Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ πρεσβυτέρου τῶν Κελλίων.


Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ πρεσβυτέρου τῶν Κελλίων.
αʹ. Ἦλθόν ποτε τὸν ἀββᾶν Ἰσαὰκ πρεσβύτερον ποιῆσαι. Καὶ ἀκούσας, ἔφυγεν εἰς Αἴγυπτον· καὶ ἀπῆλθεν εἰς ἀγρὸν, καὶ ἐκρύβη ἀνὰ μέσον τοῦ χόρτου. Κατεδίωξαν οὖν οἱ Πατέρες ὀπίσω αὐτοῦ· καὶ φθάσαντες εἰς αὐτὸν τὸν ἀγρὸν, κατέλυσαν ἀναπαῆναι μικρὸν ἐκεῖ· ἦν γὰρ νύξ. Καὶ τὸν ὄνον ἀπέλυσαν βόσκεσθαι. Ὁ δὲ ὄνος ἀπελθὼν, ἔστη κατὰ τοῦ γέροντος. Καὶ πρωῒ ζητοῦντες τὸν ὄνον, εὗρον καὶ τὸν ἀββᾶν Ἰσαάκ· καὶ ἐθαύμασαν. Θέλοντες δὲ αὐτὸν δῆσαι, οὐκ ἀφῆκε, λέγων· Οὐκ ἔτι φεύγω. Θέλημα γὰρ τοῦ Θεοῦ ἐστι, καὶ ὅπου δ' ἂν φύγω, εἰς αὐτὸ ἔρχομαι.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ· Ὅτε ἤμην νεώτερος, ἐκαθήμην μετὰ τοῦ ἀββᾶ Κρονίου· καὶ οὐδέποτε εἶπέ μοι ποιῆσαι ἔργον, καίπερ γέρων ὢν καὶ τρέμων· ἀλλὰ δι' ἑαυτοῦ ἠγείρετο καὶ παρεῖχε τὸ βαυκάλιον ἐμοὶ καὶ πᾶσιν ὁμοίως. Καὶ μετὰ τοῦ ἀββᾶ Θεοδώρου τῆς Φέρμης ἐκάθισα, καὶ οὐδὲ αὐτὸς ἔλεγέ μοι ποιῆσαί τίποτε· ἀλλὰ καὶ τὴν τράπεζαν δι' ἑαυτοῦ ἐτίθει, καὶ ἔλεγεν· Ἀδελφὲ, ἐὰν θέλῃς, δεῦρο φάγε. Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· Ἀββᾶ, ἦλθον πρὸς σὲ ἵνα ὠφεληθῶ· καὶ πῶς οὐ λέγεις μοί τίποτε ποιῆσαι; Ὁ δὲ γέρων πάντα ἐσιώπα. Καὶ ἀπῆλθον, καὶ ἀνήγγειλα
τοῖς γέρουσι. Καὶ ἐλθόντες οἱ γέροντες πρὸς αὐτὸν, εἶπον αὐτῷ· Ἀββᾶ, ἦλθεν ὁ ἀδελφὸς πρὸς τὴν ἁγιωσύνην σου, ὠφεληθῆναι, καὶ διατί οὐ λέγεις αὐτῷ ἵνα ποιήσῃ τί ποτε; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Μὴ γὰρ κοινοβιάρχης εἰμὶ, ἵνα διατάξω αὐτῷ; Ἐγὼ τέως, οὐδὲν λέγω αὐτῷ· ἀλλ' ἐὰν θέλῃ, ὃ βλέπει με ποιοῦντα, ποιήσει καὶ αὐτός. Ἀπὸ τότε οὖν, προελάμβανον καὶ ἐποίουν, εἴ τι ἔμελλεν ὁ γέρων ποιεῖν. Αὐτὸς δὲ εἴ τι ἐποίει, σιωπῶν ἐποίει· καὶ τοῦτό με ἐδίδαξε, τὸ ποιεῖν σιωπῶντα.
γʹ. Ὁ ἀββᾶς Ἰσαὰκ, καὶ ὁ ἀββᾶς Ἀβραὰμ, ἦσαν ὅμου οἰκοῦντες· καὶ εἰσελθὼν ὁ ἀββᾶς Ἀβραὰμ, εὗρε τὸν ἀββᾶν Ἰσαὰκ κλαίοντα· καὶ λέγει αὐτῷ· Τί κλαίεις; Καὶ εἶπεν ὁ γέρων· Καὶ διατί μὴ κλαύσωμεν; Ποῦ γὰρ ἔχομεν ἀπελθεῖν; ἐκοιμήθησαν οἱ Πατέρες ἡμῶν. Οὐκ ἤρκει γὰρ ἡμῖν τὸ ἐργόχειρον εἰς τὰ ναῦλα τῶν πλοίων, ἃ παρείχομεν ἀπερχόμενοι παραβαλεῖν τοῖς γέρουσι. Νῦν οὖν ἀπωρφανίσθημεν. Διὰ τοῦτο κἀγὼ κλαίω.
δʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ· Οἶδα ἀδελφὸν θερίζοντα ἐν ἀγρῷ, καὶ ἠθέλησε φαγεῖν στάχυν σίτου· καὶ εἶπε τῷ κυρίῳ τοῦ ἀγροῦ· Θέλεις φάγω ἕνα στάχυν σίτου; Ὁ δὲ ἀκούσας, ἐθαύμασε, καὶ εἶπεν αὐτῷ· Σός ἐστιν ὁ ἀγρὸς, Πάτερ, κἀμὲ ἐρωτᾷς; Ἕως τούτου ἠκριβάζετο ὁ ἀδελφός.
εʹ. Εἶπε πάλιν τοῖς ἀδελφοῖς· Μὴ φέρετε ὧδε παιδία. Τέσσαρες γὰρ ἐκκλησίαι εἰς Σκῆτιν ἔρημοι γεγόνασι διὰ τὰ παιδία.
ϛʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσαὰκ, ὅτι τὴν σποδὸν τοῦ θυμιατηρίου τῆς προσφορᾶς, μετὰ τοῦ ἄρτου ἤσθιεν αὑτοῦ.
ζʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰσαὰκ τοῖς ἀδελφοῖς, ὅτι Οἱ Πατέρες ἡμῶν, καὶ ὁ ἀββᾶς Παμβὼ, παλαιὰ πολύῤῥαφα ἐφόρουν καὶ σεβέννια· νῦν δὲ πολύτιμα φορεῖτε. Ὑπάγετε ἔνθεν ἠρημώσατε τὰ ὧδε. Ὅτε δὲ ἔμελλεν ὑπάγειν εἰς τὸ θέρος, ἔλεγεν αὐτοῖς· Οὐκ ἔτι παρέχω ὑμῖν ἐντολάς· οὐ φυλάσσετε γάρ.
ηʹ. Διηγήσατό τις τῶν Πατέρων, ὅτι ἦλθέ ποτέ τις τῶν ἀδελφῶν φορῶν μικρὸν κουσσούλιον εἰς τὴν ἐκκλησίαν τῶν Κελλίων ἐπὶ τοῦ ἀββᾶ Ἰσαάκ· καὶ ἐδίωξεν αὐτὸν ὁ γέρων, λέγων ὅτι, Τὰ ὧδε μοναχῶν ἐστι· σὺ δὲ κοσμικὸς ὢν, οὐ δύνασαι μεῖναι ὧδε.
θʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαὰκ ὅτι, Οὐδέποτε εἰσήνεγκα εἰς τὸ κελλίον μου λογισμὸν κατὰ ἀδελφοῦ θλίψαντός με. Κἀγὼ ἐσπούδασα μὴ ἀφεῖναι ἀδελφὸν εἰς τὸ κελλίον αὐτοῦ, ἔχοντα κατ' ἐμοῦ λογισμόν.
ιʹ. Ἠσθένησε μεγάλην ἀσθένειαν ὁ ἀββᾶς Ἰσαὰκ, καὶ ἐχρόνισεν ἐν αὐτῇ· ἐποίησε δὲ αὐτῷ ὁ ἀδελφὸς μικρὰν ἀθήραν, καὶ ἔδωκε μυξάρια εἰς αὐτήν· καὶ οὐκ ἤθελεν ὁ γέρων γεύσασθαι. Καὶ παρεκάλει ὁ ἀδελφὸς λέγων· Λάβε μικρὸν, ἀββᾶ, διὰ τὴν ἀσθένειαν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φύσει, ἀδελφὲ, ἤθελον ποιῆσαι ἐν τῇ ἀσθενείᾳ ταύτῃ τριάκοντα ἔτη.
ιαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσαὰκ, ὅτι μέλλοντος αὐτοῦ τελευτᾷν, συνῆλθον πρὸς αὐτὸν οἱ γέροντες, καὶ ἕλεγον· Τί ποιήσομεν μετὰ σὲ, Πάτερ; Ὁ δὲ εἶπεν· Ἴδετε πῶς ἐπορεύθην ἐνώπιον ὑμῶν· ἐὰν θέλητε καὶ ὑμεῖς ἀκολουθῆσαι, καὶ φυλάξαι τὰς ἐντολὰς τοῦ Θεοῦ, πέμπει τὴν χάριν αὐτοῦ, καὶ φυλάσσει τὸν τόπον τοῦτον. Ἐὰν δὲ μὴ φυλάξητε, οὐ μὴ μείνητε ἐν τῷ τόπῳ τούτῳ. Καὶ ἡμεῖς γὰρ ὅταν ἤμελλον ἀποθανεῖν οἱ Πατέρες ἡμῶν, ἐλυπούμεθα· ἀλλὰ τὰς ἐντολὰς τοῦ Κυρίου καὶ αὐτῶν τὰς παραγγελίας τηροῦντες, ἑστήκαμεν, ὡς αὐτῶν ὄντων μεθ' ἡμῶν. Οὕτως καὶ ὑμεῖς ποιήσατε, καὶ σώζεσθε.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ, ὅτι Ἔλεγεν ὁ ἀββᾶς Παμβὼ, ὅτι τοιοῦτον ὀφείλει ὁ μοναχὸς φορεῖν ἱμάτιον, ὥστε βάλλειν αὐτὸ ἔξω τοῦ κελλίου ἐπὶ τρεῖς ἡμέρας, καὶ μηδεὶς λάβῃ αὐτό.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου