Δευτέρα, 6 Αυγούστου 2012

Περὶ Θεοφίλου τοῦ ἀρχιεπισκόπου.


Περὶ Θεοφίλου τοῦ ἀρχιεπισκόπου.
αʹ. Ὁ μακάριος Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ἦλθεν ὁ ἀββᾶς τοῦ ὄρους πρὸς αὐτόν. Καὶ λέγει αὐτῷ ὁ ἀρχιεπίσκοπος· Τί εὗρες ἐν τῇ ὁδῷ ταύτῃ πλέον, Πάτερ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ αἰτιᾶσθαι καὶ μέμφεσθαι ἑαυτὸν πάντοτε. Λέγει αὐτῷ ὁ ἀββᾶς Θεόφιλος· Ἄλλη ὁδὸς οὐκ ἔστιν, εἰ μὴ αὕτη.
βʹ. Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὴν Σκῆτιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εἶπον τῷ ἀββᾷ Παμβώ· Εἰπὲ ἕνα λόγον τῷ Πάπᾳ, ὅπως ὠφεληθῇ. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ οὐκ ὠφελεῖται ἐν τῇ σιωπῇ μου, οὐδὲ ἐν τῷ λόγῳ μου ὠφεληθῆναι ἔχει.
γʹ. Ἦλθόν ποτε Πατέρες εἰς Ἀλεξάνδρειαν, κληθέντες ὑπὸ Θεοφίλου τοῦ ἀρχιεπισκόπου, ἵνα ποιήσῃ εὐχὴν καὶ καθέλῃ τὰ ἱερά. Καὶ ἐσθιόντων αὐτῶν μετ' αὐτοῦ, παρετέθη κρέας μόσχιον· καὶ ἤσθιον, μηδὲν διακρινόμενοι. Καὶ λαβὼν ὁ ἐπίσκοπος ἓν κοπάδιν ἔδωκε τῷ ἔγγιστα αὐτοῦ γέροντι, λέγων· Ἰδοὺ τοῦτο καλὸν κοπάδιν ἐστὶ, φάγε, ἀββᾶ. Οἱ δὲ ἀποκριθέντες εἶπον· Ἡμεῖς ἕως ἄρτι λάχανα ἠσθίομεν· εἰ δὲ κρέας ἐστὶ, οὐ τρώγομεν. Καὶ οὐκ ἔτι προσέθετο οὐδὲ εἷς ἐξ αὐτῶν γεύσασθαι αὐτοῦ.
δʹ. Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ἔλεγεν· Οἷον φόβον καὶ τρόμον καὶ ἀνάγκην ἔχομεν ἰδεῖν, ὅτε ἡ ψυχὴ τοῦ σώματος χωρίζεται! Παραγίνεται γὰρ πρὸς ἡμᾶς
στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, καὶ ἀρχαὶ καὶ ἐξουσίαι, τὰ πνεύματα τῆς πονηρίας· καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν, ἐπιφέροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρτήματα, ἀπὸ νεότητος ἕως τῆς ἡλικίας ἧς κατελήφθη. Ἵστανται οὖν κατηγοροῦντες πάντα τὰ πεπραγμένα ὑπ' αὐτῆς. Λοιπὸν ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ ἀπόφασις ἐξέλθῃ, καὶ ἐλευθερία γένηται αὐτῆς; τοῦτό ἐστιν ἡ ὥρα τῆς ἀνάγκης αὐτῆς, ἕως οὗ ἴδῃ τί τὸ ἀποβησόμενον αὐτῇ. Καὶ πάλιν αἱ θεῖαι δυνάμεις ἵστανται κατὰ πρόσωπον τῶν ἐναντίων, καὶ αὐταὶ τὰ καλὰ αὐτῆς ἐπιφέρουσαι. Κατανόει οὖν ἡ ψυχὴ μέση ἱσταμένη ποίῳ ἄρα φόβῳ καὶ τρόμῳ στήκει, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κριτοῦ. Καὶ ἐὰν μὲν ᾖ ἀξία, ἐκεῖνοι λαμβάνουσιν ἐπιτιμίαν, καὶ αὐτὴ ἁρπάζεται ἀπ' αὐτῶν· καὶ λοιπὸν ἀμέριμνος εἶ, μᾶλλον δὲ κατοικεῖ κατὰ τὸ γεγραμμένον· Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Τότε πληροῦται τὸ γεγραμμένον· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· τότε ἀπαλλαγεῖσα πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαρὰν καὶ δόξαν, εἰς ἣν καταστήσεται. Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην φωνήν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τότε αὐτὴν καταλαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως, ἡμέρα σκότους καὶ γνόφου. Παραδιδομένη εἰς τὸ ἐξώτερον σκότος, καὶ εἰς τὸ αἰώνιον πῦρ κατακριθεῖσα, εἰς ἀπεράντους αἰῶνας κολασθήσεται. Τότε ποῦ ἡ καύχησις τοῦ κόσμου; ποῦ ἡ κενοδοξία; ποῦ ἡ τρυφή; ποῦ ἡ ἀπόλαυσις; ποῦ ἡ φαντασία; ποῦ ἡ ἀνάπαυσις; ποῦ ὁ κόμπος; ποῦ τὰ χρήματα; ποῦ ἡ εὐγένεια; ποῦ πατήρ; ποῦ μήτηρ; ποῦ ἀδελφός; τίς δυνήσεται τούτων ἐξελέσθαι τὴν ὑπὸ πυρὸς φλεγομένην, καὶ ὑπὸ πικρῶν βασάνων κατεχομένην; Τούτων οὕτως γινομένων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις; ποταπὴν ἀγάπην ὀφείλομεν κτήσασθαι; ποταπὴν ἀγωγήν; ποταπὴν πολιτείαν; ποταπὸν δρόμον; ὁποίαν ἀκρίβειαν; ὁποίαν προσευχήν; ὁποίαν ἀσφάλειαν; Ταῦτα γὰρ, φησὶ, προσδοκῶντες, σπουδάσωμεν ἄσπιλοι καὶ ἀμώμητοι εὑρεθῆναι αὐτῷ ἐν εἰρήνῃ, ἵνα καταξιωθῶμεν αὐτοῦ ἀκοῦσαι λέγοντος· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
εʹ. Ὁ αὐτὸς ἀββὰς Θεόφιλος ὁ ἀρχιεπίσκοπος, μέλλων τελευτᾶν, εἶπε· Μακάριος εἶ, ἀββᾶ Ἀρσένιε, ὅτι ταύτης ἀεὶ ἐμνημόνευες τῆς ὥρας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου