Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Φιλαγρίου.


Περὶ τοῦ ἀββᾶ Φιλαγρίου.
Φιλάγριος ἦν τις τῶν ἁγίων λεγόμενος, οἰκῶν δὲ ἐν τῇ ἐρήμῳ Ἱεροσολύμων, καὶ ἐργαζόμενος κόπῳ ἵνα ποιήσῃ τὸν ἴδιον ἄρτον. Καὶ ὡς ἵστατο ἐν τῇ ἀγορᾷ πωλῶν τὸ ἐργόχειρον αὐτοῦ, ἰδοὺ ἐξαφίει τις βαλάντιον χιλίων νομισμάτων· καὶ εὑρὼν αὐτὸ ὁ γέρων ἔστη ἐπὶ τοῦ τόπου, λέγων· Δεῖ τὸν ἀπολέσαντα ἐλθεῖν· καὶ ἰδοὺ ἔρχεται κλαίων. Καὶ λαβὼν αὐτὸν κατ' ἰδίαν ὁ γέρων ἔδωκεν αὐτῷ. Καὶ ἐκράτει αὐτὸν ἐκεῖνος, θέλων αὐτῷ παρασχεῖν μέρος τι. Καὶ ὁ γέρων οὐκ ἠθέλησεν. Καὶ ἔβαλε κράζειν· Δεῦτε, ἴδετε ἄνθρωπον τοῦ Θεοῦ, τί ἐποίησεν. Ὁ δὲ γέρων λάθρα φυγὼν ἐξῆλθεν ἐκ τῆς πόλεως, ἵνα μὴ δοξασθῇ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου