Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σαϊώ.


Περὶ τοῦ ἀββᾶ Σαϊώ.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Σαϊὼ, καὶ τοῦ ἀββᾶ Μούη, ὅτι ἔμειναν μετ' ἀλλήλων. Εἶχε δὲ πολλὴν ὑπακοὴν ὁ ἀββᾶς Σαϊὼ, σκληρὸς δὲ ἦν πάνυ. Καὶ ἔλεγεν αὐτῷ ὁ γέρων πειράζων· Ὕπαγε, σύλησον. Καὶ ὑπῆγε, καὶ ἐσύλα τοὺς ἀδελφοὺς διὰ τὴν ὑπακοὴν, εὐχαριστῶν τῷ Κυρίῳ ἐπὶ πᾶσιν. Ὁ δὲ γέρων ἦρεν αὐτὰ, καὶ παρεῖχε κρυφίως. Ποτὲ οὖν ὁδευόντων αὐτῶν, ἠτόνησε, καὶ ἀφῆκεν αὐτὸν ὁ ἀββᾶς συντετριμμένον· καὶ ἐλθὼν, εἶπε τοῖς ἀδελφοῖς· Ὑπάγετε, φέρετε τὸν Σαϊὼ, ὅτι κεκλασμένος κεῖται. Καὶ ἀπελθόντες, ἤγαγον αὐτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου