Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Θηβαίου.


Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Θηβαίου.
Ἔλεγον περὶ τοῦ μικροῦ Ἰωάννου τοῦ Θηβαίου, τοῦ μαθητοῦ τοῦ ἀββᾶ Ἀμμώη, ὅτι δεκαδύο ἔτη ἐποίησεν ὑπηρετῶν τῷ γέροντι ὅτε ἠσθένει· καὶ μετ' αὐτοῦ ἦν εἰς τὸ χαράδριον καθήμενος. Καὶ ὁ γέρων ὀλιγώρει ἐπάνω αὐτοῦ· καὶ πολλὰ κοπιάσαντα μετ' αὐτοῦ, οὐδέποτε εἶπεν αὐτῷ, Σωθείης. Ὅτε δὲ ἤμελλε τελευτᾷν, καθεζομένων τῶν γερόντων, ἐκράτησε τὴν χεῖρα αὐτοῦ, καὶ λέγει αὐτῷ· Σωθείης, σωθείης, σωθείης· καὶ παρέδωκεν αὐτὸν τοῖς γέρουσι, λέγων· Οὗτος ἄγγελός ἐστι, καὶ οὐκ ἄνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου