Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σεραπίωνος.


Περὶ τοῦ ἀββᾶ Σεραπίωνος.
αʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Σεραπίων παρερχόμενος διὰ κώμης τινὸς τῆς Αἰγύπτου· καὶ εἶδέ τινα πόρνην ἑστῶσαν εἰς τὸ κελλίον αὐτῆς· καὶ εἶπεν αὐτῇ ὁ γέρων· Προσδόκησόν με ὀψέ· θέλω γὰρ ἐλθεῖν πρὸς σὲ, καὶ ποιῆσαι τὴν νύκτα ταύτην ἔγγιστά σου. Ἡ δὲ ἀποκριθεῖσα, εἶπε· Καλῶς, ἀββᾶ. Καὶ ἡτοιμάσθη, καὶ ἔστρωσε τὴν κλίνην. Ὀψίας δὲ γενομένης, ἦλθεν ὁ γέρων πρὸς αὐτὴν, καὶ εἰσελθὼν εἰς τὸ κελλίον, λέγει αὐτῇ· Ἡτοίμασας τὴν κλίνην; Ἡ δὲ εἶπε· Ναὶ, ἀββᾶ. Καὶ ἔκλεισε τὴν θύραν, καὶ λέγει αὐτῇ· Μεῖνον ὀλίγον, ἐπειδὴ νόμον ἔχομεν, ἕως οὗ ποιήσω αὐτόν. Καὶ ἤρξατο ὁ γέρων τῆς συνάξεως αὐτοῦ· καὶ ἀρξάμενος τὸ ψαλτήριον, κατὰ ψαλμὸν ἐποίει εὐχὴν, δεόμενος τοῦ Θεοῦ ὑπὲρ αὐτῆς, ὅπως μετανοήσῃ καὶ σωθῇ. Καὶ εἰσήκουσεν αὐτοῦ ὁ Θεὸς, Καὶ ἕστηκεν ἡ γυνὴ τρέμουσα καὶ εὐχομένη ἐγγὺς τοῦ γέροντος. Καὶ ὡς ἐτέλεσεν ὁ γέρων ὅλον τὸ ψαλτήριον, ἔπεσεν ἡ γυνὴ χαμαί. Ὁ δὲ γέρων ἀρξάμενος τοῦ Ἀποστόλου, εἶπε πολὺ ἐξ αὐτοῦ· καὶ οὕτως ἐπλήρωσε τὴν σύναξιν. Κατανυγεῖσα οὖν ἡ γυνὴ, καὶ νοήσασα ὅτι οὐ δι' ἁμαρτίαν ἦλθε πρὸς αὐτὴν, ἀλλ' ἵνα σώσῃ αὐτῆς τὴν ψυχὴν, προσέπεσεν αὐτῷ, λέγουσα· Ποίησον ἀγάπην, ἀββᾶ, καὶ ὅπου δύναμαι εὐαρεστῆσαι τῷ Θεῷ, ὁδήγησόν με. Τότε ὁ γέρων ὡδήγησεν αὐτὴν εἰς μοναστήριον παρθένων, καὶ παρέδωκεν αὐτὴν τῇ Ἀμμᾷ, καὶ εἶπε· Λάβε τὴν ἀδελφὴν ταύτην, καὶ μὴ θήσεις
αὐτῇ ζυγὸν ἢ ἐντολὴν ὡς ταῖς ἀδελφαῖς· ἀλλ' εἴ τι θέλει, δὸς αὐτῇ· καὶ ὡς θέλει, συγχώρησον αὐτῇ πορεύεσθαι. Καὶ ὡς ἐποίησεν ὀλίγας ἡμέρας, εἶπεν· Ἐγὼ ἁμαρτωλός εἰμι, θέλω διὰ δύο ἐσθίειν. Καὶ μετ' ὀλίγας ἡμέρας εἶπεν· Ἐγὼ πολλὰς ἁμαρτίας ἔχω, θέλω διὰ τεσσάρων ἡμερῶν ἐσθίειν. Καὶ μετ' ὀλίγας ἡμέρας παρεκάλεσε τὴν Ἀμμᾶν, λέγουσα· Ἐπειδὴ πολλὰ ἐλύπησα τὸν Θεὸν ἐν ταῖς ἀνομίαις μου, ποίησον ἀγάπην, καὶ βάλε με εἰς κελλίον, καὶ ἀνάφραξον αὐτὸ, καὶ δι' ὁπῆς δίδου μοι μικρὸν ἄρτον καὶ τὸ ἐργόχειρον. Καὶ ἐποίησεν αὐτῇ ἡ Ἀμμᾶς οὕτως. Καὶ εὐηρέστησε τῷ Θεῷ τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς αὐτῆς.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαραπίωνα, λέγων· Εἰπέ μοι λόγον. Λέγει αὐτῷ ὁ γέρων· Τί σοι ἔχω εἰπεῖν; ὅτι ἔλαβες τὰ τῶν χηρῶν καὶ ὀρφανῶν, καὶ ἔθηκας εἰς τὴν θυρίδα ταύτην· εἶδε γὰρ αὐτὴν μεστὴν βιβλίων.
γʹ. Εἶπεν ὁ ἀββᾶς Σαραπίων, ὅτι Ὥσπερ οἱ στρατιῶται τοῦ βασιλέως οὐ δύνανται ἱστάμενοι δεξιὰ ἢ ἀριστερὰ προσέχειν· οὕτως καὶ ὁ ἄνθρωπος, ἐὰν ἵσταται ἐνώπιον τοῦ Θεοῦ, καὶ προσέχῃ ἐνώπιον αὐτοῦ ἐν φόβῳ πάσῃ ὥρᾳ, οὐδὲν τοῦ ἐχθροῦ δύναται αὐτὸν ἐκφοβῆσαι.
δʹ. Παρέβαλεν ἀδελφὸς τῷ ἀββᾷ Σαραπίωνι· προετρέπετο δὲ αὐτὸν ὁ γέρων εὐχὴν ποιῆσαι κατὰ τὴν συνήθειαν. Ὁ δὲ ἁμαρτωλὸν ἑαυτὸν λέγων, καὶ αὐτοῦ τοῦ μοναχικοῦ σχήματος ἀνάξιον, οὐκ ἐπείθετο. Ἠθέλησε δὲ καὶ τοὺς πόδας αὐτοῦ νίψαι· καὶ τοῖς αὐτοῖς πάλιν χρώμενος λόγοις, οὐκ ἠνέσχετο. Ἐποίησε δὲ αὐτὸν γεύσασθαι· ἐσθίειν δὲ ἤρξατο καὶ ὁ γέρων. Καὶ ἐνουθέτει αὐτὸν, λέγων· Τέκνον, εἰ θέλεις ὠφεληθῆναι, καρτέρησον ἐν τῷ κελλίῳ σου, καὶ πρόσεχε σεαυτῷ καὶ τῷ ἐργοχείρῳ σου· οὐ γὰρ φέρει σοι τὸ προέρχεσθαι τοιαύτην ὠφέλειαν, ὅσον τὸ καθέζεσθαι. Ὁ δὲ ταῦτα ἀκούσας, ἐπικράνθη, καὶ ἠλλοιώθη τῇ μορφῇ, ὥστε μηδὲ δυνηθῆναι λαθεῖν τὸν γέροντα. Εἶπεν οὖν αὐτῷ ὁ ἀββᾶς Σαραπίων· Μέχρι τοῦ νῦν ἔλεγες, Ἁμαρτωλός εἰμι, καὶ κατηγόρεις ἑαυτοῦ καὶ τοῦ ζῇν ἀνάξιον εἶναι· καὶ ἐπειδὴ μετὰ ἀγάπης ὑπέμνησά σε, τοσοῦτον ἐθηριώθης; Ἐὰν οὖν θέλῃς ταπεινὸς εἶναι, τὰ παρ' ἄλλων ἐπαγόμενά σοι μάθε φέρειν γενναίως, καὶ μὴ ῥήματα ἀργὰ κάτεσχε σεαυτῷ. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς μετενόησε τῷ γέροντι, καὶ πολλὰ ὠφεληθεὶς ἀνεχώρησεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου