Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Παμβώ.


Περὶ τοῦ ἀββᾶ Παμβώ.
αʹ. Ἦν τις λεγόμενος ἀββᾶς Παμβὼ, καὶ περὶ τούτοῦ λέγεται, ὅτι τρία ἔτη ἔμεινεν αἰτούμενος τὸν Θεὸν, καὶ λέγων· Μὴ δοξάσῃς με ἐπὶ τῆς γῆς. Καὶ οὕτως ἐδόξασεν αὐτὸν ὁ Θεὸς, ὥστε μὴ δύνασθαί τινα ἀτενίσαι εἰς τὸ πρόσωπον αὐτοῦ, ἐκ τῆς δόξης ἧς εἶχεν τὸ πρόσωπον αὐτοῦ.
βʹ. Ἦλθόν ποτε ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Παμβὼ, καὶ ἠρώτησεν αὐτὸν ὁ εἷς, λέγων· Ἀββᾶ, ἐγὼ δύο δύο νηστεύω, καὶ ζεῦγος ψωμίων ἐσθίω· ἆρα σώζω τὴν ψυχήν μου, ἢ πλανῶμαι; Εἶπεν δὲ καὶ ἄλλος· Ἀββᾶ, ἐγὼ καταλύω ἐκ τοῦ ἐργοχείρου μου δύο κεράτια καθ' ἡμέραν, καὶ κρατῶ μικρὰ διὰ τὴν τροφὴν, τὰ δὲ ἄλλα εἰς ἀγάπην δίδωμι· ἆρα σώζομαι ἢ ἀπόλωμαι; Πολλὰ δὲ παρακαλούντων αὐτῶν, οὐκ ἔδωκεν ἀπόκρισιν. Μετὰ δὲ τέσσαρας ἡμέρας ἔχουσιν ἀναχωρῆσαι, καὶ παρεκάλουν αὐτοὺς οἱ κληρικοὶ, λέγοντες· Μὴ θλίβητε, ἀδελφοί· ὁ Θεὸς παρέχει ὑμῖν τὸν μισθόν· οὕτως ἐστὶν ἡ συνήθεια τοῦ γέροντος· οὐ ταχέως λαλεῖ, ἐὰν μὴ πληροφορήσῃ αὐτὸν ὁ Θεός. Εἰσῆλθον οὖν πρὸς τὸν γέροντα, καὶ εἶπον αὐτῷ· Ἀββᾶ, εὖξαι ὑπὲρ ἡμῶν. Λέγει αὐτοῖς· Ἀπελθεῖν θέλετε; Λέγουσι· Ναί. Καὶ ἀναλαβὼν τὰς πράξεις αὐτῶν ἐν ἑαυτῷ, γράφων ἐπὶ τὴν γῆν, ἕλεγεν· Παμβὼ δύο δύο νηστεύων, καὶ ζεῦγος ἐσθίων ψωμίων· ἆρα ἐν τούτῳ γίνεται μοναχός; Οὐχί. Καὶ Παμβὼ ἐργάζεται δύο κερατίων, καὶ δίδωσιν αὐτὰ ἀγάπην· ἆρα ἐν τούτῳ γίνεται μοναχός; οὔπω. Εἶπεν δὲ
καὶ αὐτοῖς· Καλαὶ μὲν αἱ πράξεις· ἐὰν δὲ φυλάξῃς τὴν συνείδησιν ἀπὸ τοῦ πλησίον σου, οὕτως σώζῃ. Καὶ πληροφορηθέντες ἀπῆλθον μετὰ χαρᾶς.
γʹ. Παρέβαλόν ποτε τέσσαρες Σκητιῶται τῷ μεγάλῳ Παμβὼ, φοροῦντες δέρματα, καὶ ἀνήγγειλεν ἕκαστος τὴν ἀρετὴν τοῦ ἑταίρου αὐτοῦ. Ὁ μὲν εἷς ἐνήστευεν πολλά· ὁ δεύτερος ἀκτήμων ἦν· καὶ ὁ τρίτος ἐκτήσατο πολλὴν ἀγάπην· λέγουσι καὶ περὶ τοῦ τετάρτου, ὅτι εἴκοσι δύο ἔτη ἔχει ἐν ὑπακοῇ γέροντος. Ἀπεκρίθη αὐτοῖς ὁ ἀββᾶς Παμβώ· Λέγω ὑμῖν, ἡ ἀρετὴ τούτου μείζων ἐστίν. Ἕκαστος γὰρ ὑμῶν ἣν ἀρετὴν ἐκτήσατο, θελήματι αὐτοῦ ἐκράτησεν· οὗτος δὲ τὸ θέλημα αὐτοῦ κόψας, ἄλλου ποιεῖ θέλημα. Τοιοῦτοι γὰρ ἄνδρες, ὁμολογηταί εἰσιν, ἐὰν εἰς τὸ τέλος φυλάξωσιν.
δʹ. Ὁσίας μνήμης Ἀθανάσιος ὁ ἀρχιεπίσκοπος Ἀλεξανδρείας παρεκάλεσεν τὸν ἀββᾶν Παμβὼ κατελθεῖν ἐκ τῆς ἐρήμου ἐπὶ τὴν Ἀλεξάνδρειαν. Κατελθὼν δὲ, καὶ ἰδὼν ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο. Τῶν δὲ συνόντων πυθομένων, διατί ἐδάκρυσεν· Δύο με, ἔφη, κεκίνηκεν· ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια· ἕτερον δὲ, ὅτι οὐ τοιαύτην σπουδὴν ἔχω πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσον αὕτη ἵνα ἀρέσῃ ἀνθρώποις αἰσχροῖς.
εʹ. Εἶπεν ὁ ἀββᾶς Παμβὼ, ὅτι Διὰ τὸν Θεὸν, ἀφ' οὗ ἀπεταξάμην, οὐ μετεμελήθην ἐπὶ λόγῳ ᾧ ἐλάλησα.
ϛʹ. Εἶπεν πάλιν, ὅτι τοιοῦτον ὁ μοναχὸς ὀφείλει φορεῖν ἱμάτιον, ὥστε βάλλειν αὐτὸ ἔξω τοῦ κελλίου αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ μηδεὶς λάβῃ αὐτό.
ζʹ. Ἐγένετό ποτε τὸν ἀββᾶν Παμβὼ ὁδεύειν μετὰ ἀδελφῶν εἰς τὰ μέρη τῆς Αἰγύπτου· καὶ ἰδὼν κοσμικοὺς καθημένους, λέγει αὐτοῖς· Ἀναστάντες ἀσπάσασθε τοὺς μοναχοὺς ἵνα εὐλογηθῆτε· συνεχῶς γὰρ τῷ Θεῷ λαλοῦσι, καὶ τὰ στόματα αὐτῶν ἅγιά ἐστιν.
ηʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι τελευτῶν, κατ' αὐτὴν τὴν ὥραν τοῦ θανάτου, εἶπεν τοῖς παρεστῶσιν αὐτῷ ἁγίοις ἀνδράσιν, ὅτι Ἀφ' οὗ ἦλθον εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου, καὶ ᾠκοδόμησά μου τὴν κέλλαν, καὶ οἴκησα ἐν αὐτῇ, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι ἄρτον φαγὼν, οὐδὲ· μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα, ἕως τῆς ἄρτι ὥρας. Καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν Θεὸν, ὡς μηδὲ ἀρξάμενος Θεῷ δουλεύειν.
θʹ. Τοῦτο δὲ εἶχεν ὑπὲρ πολλοὺς, ὅτι εἰ ἠρωτήθη λόγον γραφικὸν ἢ πνευματικὸν, οὐκ ἀπεκρίνατο εὐθὺς, ἀλλ' ἔλεγεν μὴ εἰδέναι τὸν λόγον· καὶ ἐπερωτηθεὶς πλεῖον, οὐκ ἐδίδου ἀπόκρισιν.
ιʹ. Εἶπεν ὁ ἀββᾶς Παμβώ· Εἰ ἔχεις καρδίαν δύνασαι σωθῆναι.
ιαʹ. Ἠρώτησεν ὁ πρεσβύτερος τῆς Νιτρείας, ὅπως ὀφείλουσιν οἱ ἀδελφοὶ διάγειν. Οἱ δὲ εἶπαν· Ἐν μεγάλῃ ἀσκήσει, καὶ τηροῦντες τὴν συνείδησιν ἀπὸ τοῦ πλησίον.
ιβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι ὡς ἔλαβε Μωϋσῆς τὴν εἰκόνα τῆς δόξης Ἀδὰμ, ὅτε ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ· οὕτως καὶ τοῦ ἀββᾶ Παμβὼ ὡς ἀστραπὴ ἔλαμπε τὸ πρόσωπον, καὶ ἦν ὡς βασιλεὺς καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. Τῆς αὐτῆς ἐργασίας ἦν καὶ ὁ ἀββᾶς Σιλουανὸς, καὶ ὁ ἀββᾶς Σισόης.
ιγʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι οὐδέποτε ἐμειδία τὸ πρόσωπον αὐτοῦ. Μιᾶς οὖν τῶν ἡμερῶν θέλοντες οἱ δαίμονες ποιῆσαι αὐτὸν γελάσαι, ἔδησαν εἰς ξύλον πτερὸν, καὶ ἐβάσταζον, θόρυβον ποιοῦντες, καὶ λέγοντες· Ἀλλὴ, ἀλλή. Ἰδὼν δὲ αὐτοὺς ὁ ἀββᾶς Παμβὼ ἐγέλασεν. Οἱ δὲ δαίμονες ἤρξαντο χορεύειν, λέγοντες· Οὐὰ, οὐὰ, Παμβὼ γεγέλακεν· ὁ δέ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἐγέλασα, ἀλλὰ κατεγέλασα τὴν ἀδυναμίαν ὑμῶν, ὅτι τοσοῦτοι τὸ πτερὸν βαστάζετε.
ιδʹ. Ἠρώτησεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης τὸν ἀββᾶν Παμβώ· Εἰπέ μοι ῥῆμα. Καὶ μετὰ πολλοῦ κόπου εἶπεν αὐτῷ· Θεόδωρε, ὕπαγε, τὸ ἔλεός σου ἔχε ἐπὶ πάντας· τὸ γὰρ ἔλεος εὗρεν παῤῥησίαν ἐνώπιον τοῦ Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου