Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σισόη.


Περὶ τοῦ ἀββᾶ Σισόη.
αʹ. Ἀδελφὸς ἀδικηθεὶς ὑπὸ ἑτέρου ἀδελφοῦ, ἦλθε πρὸς τὸν ἀββᾶν Σισόην, καὶ λέγει αὐτῷ· Ἠδικήθην παρά τινος ἀδελφοῦ, κἀγὼ θέλω ἐμαυτὸν ἐκδικῆσαι. Ὁ δὲ γέρων παρεκάλει αὐτὸν, λέγων· Μὴ, τέκνον, κατάλειψον δὲ μᾶλλον τῷ Θεῷ τὰ τῆς ἐκδικήσεως. Ὁ δὲ ἔλεγεν· Οὐ παύσομαι ἕως οὗ ἐκδικήσω ἐμαυτόν. Εἶπε δὲ ὁ γέρων· Εὐξώμεθα, ἀδελφέ. Καὶ ἀναστὰς εἶπεν ὁ γέρων· Ὁ Θεὸς, οὐκ ἔτι σου ἔχομεν χρείαν φροντίζειν περὶ ἡμῶν· ἡμεῖς γὰρ τὴν ἐκδίκησιν ἑαυτῶν ποιοῦμεν. Τοῦτο οὖν ἀκούσας ὁ ἀδελφὸς, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, εἰπών· Οὐκ ἔτι δικάζομαι μετὰ τοῦ ἀδελφοῦ, συγχώρησόν μοι, ἀββᾶ.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω; ὅτι ἀπαντῶ εἰς τὴν ἐκκλησίαν, καὶ πολλάκις γίνεται ἀγάπη, καὶ κρατοῦσί με. Λέγει αὐτῷ ὁ γέρων· Κόπον ἔχει τὸ πρᾶγμα. Λέγει οὖν Ἀβραὰμ ὁ μαθητὴς αὐτοῦ· Ἐὰν γένηται ἀπάντησις ἐν σαββάτῳ ἢ ἐν Κυριακῇ, καὶ πίῃ ἀδελφὸς τρία ποτήρια, μὴ πολλά ἐστι; Λέγει ὁ γέρων· Ἐὰν οὐκ ἔστι Σατανᾶς, πολλὰ οὐκ ἔστιν.
γʹ. Ἔλεγεν ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη πρὸς αὐτόν· Πάτερ, ἐγήρασας, ἀπέλθωμεν ἐγγὺς τῆς οἰκουμένης, λοιπόν. Λέγει αὐτῷ ὁ γέρων· Ὅπου οὐκ ἕνι γυνὴ, ἐκεῖ ἀπέλθωμεν. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Καὶ ποῦ ἔστι τόπος ὁ μὴ ἔχων γυναῖκα, εἰ μὴ ἡ ἔρημος; Λέγει οὖν ὁ γέρων· Εἰς τὴν ἔρημον ἆρόν με.
δʹ. Πολλάκις ἔλεγεν ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη· Ἀββᾶ, ἀνάστα, φάγωμεν. Ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν· Οὐκ ἐφάγομεν, τέκνον; Ὁ δὲ· Οὐχὶ, Πάτερ. Καὶ ἔλεγεν
ὁ γέρων· Εἰ οὐκ ἐφάγομεν, φέρε, καὶ ἐσθίομεν.
εʹ. Εἶπέ ποτε ὁ ἀββᾶς Σισόης μετὰ παῤῥησίας· Θάρσει· ἰδοὺ τριάκοντα ἔτη ἔχω μηκέτι δεόμενος τοῦ Θεοῦ περὶ ἁμαρτίας· ἀλλὰ τοῦτο εὔχομαι, λέγων· Κύριε Ἰησοῦ, σκέπασόν με ἀπὸ τῆς γλώσσης μου· κύριε Ἰησοῦ, σκέπασόν με ἀπὸ τῆς γλώσσης μου· καὶ ἕως νῦν καθ' ἡμέραν πίπτω δι' αὐτῆς καὶ ἁμαρτάνω.
ϛʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Σισόῃ· Πῶς οὐκ ἀναχωροῦσι τὰ πάθη ἀπ' ἐμοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὰ σκεύη αὐτῶν ἔνδοθέν σού εἰσιν· δὸς αὐτοῖς τὸν ἀῤῥαβῶνα αὐτῶν, καὶ ὑπάγουσιν.
ζʹ. Ἐκάθητό ποτε ὁ ἀββᾶς Σισόης εἰς τὸ ὅρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ χρονίσαντος τοῦ διακονητοῦ αὐτοῦ ἐλθεῖν πρὸς αὐτὸν, ἕως μηνῶν δέκα οὐκ εἶδεν ἄνθρωπον. Περιπατῶν δὲ ἐν τῷ ὄρει, εὑρίσκει Φαρανίτην ἀγρεύοντα ἄγρια ζῶα· καὶ λέγει αὐτῷ ὁ γέρων· Πόθεν ἔρχῃ; καὶ πόσον χρόνον ἔχεις ὧδε; Ὁ δὲ ἔφη· Φύσει, ἀββᾶ, ἔχω ἕνδεκα μῆνας ἐν τῷ ὄρει τούτῳ, καὶ οὐκ εἶδον ἄνθρωπον εἰ μὴ σέ. Ἀκούσας δὲ ὁ γέρων ταῦτα, εἰσελθὼν εἰς τὸ κελλίον, ἔτυπτεν ἑαυτὸν, λέγων· Ἰδοὺ, Σισόη, ἐνόμισας τίποτε πεποιηκέναι· καὶ οὐδὲ ὡς ὁ κοσμικὸς οὗτος ἀκμὴν πεποίηκας.
ηʹ. Ἐγένετο προσφορὰ εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου, καὶ εὑρέθη ἐκεῖ κνίδιον οἴνου· καὶ λαβὼν εἷς τῶν γερόντων μικρὸν ἀγγεῖον καὶ ποτήριον, ἀπήνεγκε πρὸς τὸν ἀββᾶν Σισόην, καὶ ἔδωκεν αὐτῷ, καὶ ἔπιεν. Ὁμοίως καὶ δεύτερον, καὶ ἐδέξατο. Παρέσχεν αὐτῷ καὶ τρίτον, καὶ οὐκ ἔλαβεν, εἰπών· Παῦσαι, ἀδελφὲ, ἢ οὐκ οἶδας ὅτι ἔστι Σατανᾶς;
θʹ. Παρέβαλέ τις τῶν ἀδελφῶν πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ λαλούντων αὐτῶν, ἔλεγε τῷ ἀββᾷ Σισόῃ· Ἄρτι οὐκ ἔφθασας εἰς τὰ μέτρα τοῦ ἀββᾶ Ἀντωνίου, Πάτερ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ εἶχον ἕνα τῶν λογισμῶν τοῦ ἀββᾶ Ἀντωνίου, ἐγινόμην ὅλος ὡς πῦρ· πλὴν οἶδα ἄνθρωπον, ὅτι μετὰ καμάτου δύναται βαστάσαι τὸν λογισμὸν αὐτοῦ.
ιʹ. Ἦλθέ ποτέ τις τῶν Θηβαίων πρὸς τὸν ἀββᾶν Σισόην, θέλων γενέσθαι μοναχός. Καὶ ἠρώτησεν αὐτὸν ὁ γέρων, εἰ ἔχει τινὰ ἐν τῷ κόσμῳ. Ὁ δὲ ἔφη· Ἔχω ἕνα υἱόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, ῥίψον αὐτὸν εἰς τὸν ποταμὸν, καὶ τότε γίνῃ μοναχός. Ὡς οὖν ἀπῆλθε ῥίψαι αὐτὸν, ἔπεμψεν ὁ γέρων ἀδελφὸν τοῦ κωλῦσαι αὐτόν. Λέγει ὁ ἀδελφός· Παῦσαι, τί ποιεῖς; Ὁ δὲ εἶπεν· Ὁ ἀββᾶς μοι εἶπε ῥίψαι αὐτόν. Λέγει οὖν ὁ ἀδελφός· Ἀλλὰ πάλιν εἶπε, μὴ ῥίψῃς αὐτόν. Καὶ καταλιπὼν αὐτὸν, ἦλθε πρὸς τὸν γέροντα· καὶ γέγονε δόκιμος μοναχὸς διὰ τὴν ὑπακοὴν αὐτοῦ.
ιαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Ἆρα οὕτως ἐδίωκεν ὁ Σατανᾶς τοὺς ἀρχαίους; Λέγει αὐτῷ ὁ γέρων· Ἄρτι πλέον, ὅτι ὁ καιρὸς αὐτοῦ ἤγγισε, καὶ ταράσσεται.
ιβʹ. Ἐπειράσθη ποτὲ Ἀβραὰμ ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη ἀπὸ δαίμονος· καὶ εἶδεν ὁ γέρων ὅτι πέπτωκεν, καὶ ἀναστὰς ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, λέγων· Θεὸς, θέλεις, οὐ θέλεις, οὐκ ἀφῶ σε, ἐὰν μὴ αὐτὸν θεραπεύσῃς. Καὶ εὐθέως ἐθεραπεύθη.
ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Ὁρῶ ἐμαυτὸν, ὅτι ἡ μνήμη τοῦ Θεοῦ παραμένει μοι. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστι μέγα, τὸ εἶναι τὸν λογισμόν σου μετὰ τοῦ Θεοῦ· μέγα δέ ἐστι, τὸ ἑαυτὸν ὁρᾷν ὑποκάτω πάσης τῆς κτίσεως. Τοῦτο γὰρ καὶ ὁ σωματικὸς κόπος ὁδηγεῖ εἰς τὸν τῆς ταπεινοφροσύνης τρόπον.
ιδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ὅτε ἔμελλε τελευτᾷν, καθημένων τῶν Πατέρων πρὸς αὐτὸν ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· καὶ λέγει αὐτοῖς· Ἰδοὺ ὁ ἀββᾶς Ἀντώνιος ἦλθε. Καὶ μετὰ μικρὸν λέγει· Ἰδοὺ ὁ χορὸς τῶν προφητῶν ἦλθε. Καὶ πάλιν τὸ πρόσωπον αὐτοῦ περισσῶς ἔλαμψε· καὶ εἶπεν· Ἰδοὺ ὁ χορὸς τῶν ἀποστόλων ἦλθε. Καὶ ἐδιπλασίασε τὸ πρόσωπον αὐτοῦ πάλιν· καὶ ἰδοὺ αὐτὸς ὡς μετά τινων λαλῶν. Καὶ ἐδεήθησαν αὐτοῦ οἱ γέροντες, λέγοντες· Μετὰ τίνος ὁμιλεῖς, Πάτερ; Ὁ δὲ ἔφη· Ἰδοὺ ἄγγελοι ἦλθον λαβεῖν με, καὶ παρακαλῶ ἵνα ἀφεθῶ μετανοῆσαι μικρόν. Καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Οὐ χρείαν ἔχεις μετανοῆσαι, Πάτερ. Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Φύσει οὐκ οἶδα ἐμαυτὸν ὅτι ἔβαλον ἀρχήν. Καὶ ἔμαθον πάντες ὅτι τέλειός ἐστι. Καὶ πάλιν ἄφνω ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· καὶ ἐφοβήθησαν πάντες. Καὶ λέγει αὐτοῖς· Βλέπετε, ὁ Κύριος ἦλθε, καὶ λέγει· Φέρετέ μοι τὸ σκεῦος τῆς ἐρήμου. Καὶ εὐθέως παρέδωκε τὸ πνεῦμα. Καὶ ἐγένετο ὡς ἀστραπή· καὶ ἐπλήσθη ὅλος ὁ οἶκος εὐωδίας.
ιεʹ. Παρέβαλεν ὁ ἀββᾶς Ἀδέλφιος ἐπίσκοπος Νειλουπόλεως πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου. Καὶ ὡς ἤμελλον ἐξελθεῖν, πρὶν αὐτοὺς ὁδεῦσαι, ἐποίησεν αὐτοὺς γεύσασθαι ἀπὸ πρωΐ· ἦν δὲ νηστεία. Καὶ ὡς ἔθηκαν τράπεζαν, ἰδοὺ ἀδελφοὶ κρούουσιν. Εἶπε δὲ τῷ μαθητῇ αὐτοῦ· Δὸς αὐτοῖς μικρὰν ἀθήραν, ὅτι ἀπὸ κόπου εἰσί. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀδέλφιος· Ἄφες τέως, ἵνα μὴ εἴπωσιν ὅτι ὁ ἀββᾶς Σισόης ἀπὸ πρωῒ ἐσθίει. Καὶ προσέσχεν αὐτῷ ὁ γέρων, καὶ λέγει τῷ ἀδελφῷ· Ὕπαγε, δὸς αὐτοῖς. Ὁς οὖν εἶδον τὴν ἀθήραν, εἶπον· Μὴ ξένους ἔχετε; μὴ ἄρα καὶ ὁ γέρων μεθ' ὑμῶν ἐσθίει; Καὶ εἶπεν αὐτοῖς ὁ ἀδελφός· Ναί. Ἤρξαντο οὖν θλίβεσθαι, καὶ λέγειν· Συγχωρήσῃ ὑμῖν ὁ Θεὸς, ὅτι τὸν γέροντα ἀφήκατε φαγεῖν ἄρτι. Ἢ οὐκ οἴδατε ὅτι ἐπὶ πολλὰς ἡμέρας ἔχει κοπιάσαι; Καὶ ἤκουσεν αὐτῶν ὁ ἐπίσκοπος, καὶ ἔβαλε μετάνοιαν τῷ γέροντι, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι ἀνθρώπινόν τι ἐλογισάμην· σὺ δὲ τὸ τοῦ Θεοῦ ἐποίησας. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Σισόης· Ἐὰν μὴ ὁ Θεὸς δοξάσῃ ἄνθρωπον, ἡ δόξα τῶν ἀνθρώπων οὐδέν ἐστιν.
ιϛʹ. Παρέβαλόν τινες πρὸς τὸν ἀββᾶν Σισόην ἀκοῦσαι παρ' αὐτοῦ λόγον, καὶ οὐδὲν αὐτοῖς ἐλάλησε· πάντα δὲ ἔλεγε· Συγχωρήσατέ μοι. Ἰδόντες δὲ αὐτοῦ τὰ σπυρίδια, εἶπον τῷ μαθητῇ αὐτοῦ Ἀβραάμ· Τί ποιεῖτε τὰ σπυρίδια ταῦτα; Ὁ δὲ εἶπεν· Ὧδε κἀκεῖ ἀναλίσκομεν αὐτά. Ἀκούσας δὲ ὁ γέρων, εἶπε· Καὶ Σισόης ἔνθεν κἀκεῖθεν ἐσθίει. Οἱ δὲ ἀκούσαντες, πάνυ ὠφελήθησαν· καὶ ἀπῆλθον μετὰ χαρᾶς, οἰκοδομηθέντες εἰς τὴν ταπείνωσιν αὐτοῦ.
ιζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἀμμὼν ὁ τῆς Ῥαϊθοῦ τὸν ἀββᾶν Σισόην· Ὅταν ἀναγινώσκω Γραφὴν, θέλει ὁ λογισμός μου φιλοκαλῆσαι λόγον, ἵνα ἔχω εἰς ἐπερώτημα. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστι χρεία· ἀλλὰ μᾶλλον ἐκ τῆς καθαρότητος τοῦ νοὸς κτῆσαι σεαυτῷ καὶ τὸ ἀμεριμνεῖν καὶ τὸ λέγειν.
ιηʹ. Παρέβαλέ ποτε κοσμικὸς ἔχων τὸν υἱὸν αὐτοῦ πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ κατὰ τὴν ὁδὸν συνέβη ἀποθανεῖν τὸν υἱὸν αὐτοῦ· καὶ οὐκ ἐταράχθη, ἀλλ' ἔλαβεν αὐτὸν πρὸς τὸν γέροντα πίστει, καὶ προσέπεσε μετὰ τοῦ υἱοῦ ὡς μετάνοιαν ποιῶν, ὥστε εὐλογηθῆναι παρὰ τοῦ γέροντος. Καὶ ἀναστὰς ὁ πατὴρ κατέλιπε τὸ παιδίον πρὸς τοὺς πόδας τοῦ γέροντος, καὶ ἐξῆλθεν ἔξω. Ὁ δὲ γέρων, νομίζων ὅτι μετάνοιαν αὐτῷ βάλλει, λέγει αὐτῷ· Ἀνάστα, ἔξελθε ἔξω· οὐ γὰρ ᾔδει ὅτι ἀπέθανε. Καὶ παραχρῆμα ἀνέστη καὶ ἐξῆλθε. Καὶ ἰδὼν αὐτὸν ὁ πατὴρ αὐτοῦ, ἐξέστη· καὶ εἰσελθὼν προσεκύνησε τῷ γέροντι, καὶ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα. Ἀκούσας δὲ ὁ γέρων, ἐλυπήθη· οὐ γὰρ ἤθελε τοῦτο γενέσθαι. Παρήγγειλε δὲ αὐτῷ ὁ μαθητὴς αὐτοῦ, μηδενὶ εἰπεῖν, ἕως τῆς τελευτῆς τοῦ γέροντος.
ιθʹ. Τρεῖς γέροντες παρέβαλον τῷ ἀββᾷ Σισόῃ, ἀκούσαντες τὰ περὶ αὐτοῦ. Καὶ λέγει αὐτῷ ὁ πρῶτος· Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ πυρίνου ποταμοῦ; Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῷ. Λέγει αὐτῷ ὁ δεύτερος· Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ ἐκ τοῦ σκώληκος τοῦ ἀκοιμήτου; Λέγει αὐτῷ ὁ τρίτος· Πάτερ, τί ποιήσω, ὅτι ἡ μνήμη τοῦ ἐξωτέρου σκότους φονεύει με; Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτοῖς· Ἐγὼ οὐδενὸς τούτων μέμνημαι· φιλεύσπλαγχνος γὰρ ὢν ὁ Θεὸς, ἐλπίζω ὅτι ποιεῖ μετ' ἐμοῦ ἔλεος. Ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ γέροντες ἀπῆλθον λυπούμενοι. Μὴ θέλων δὲ ὁ γέρων ἐᾶσαι αὐτοὺς λυπουμένους ἀπελθεῖν, ὑποστρέψας αὐτοῖς εἶπε· Μακάριοί ἐστε, ἀδελφοί· ἐζήλωσα γὰρ ὑμᾶς. Ὁ πρῶτος γὰρ ὑμῶν εἶπεπ ερὶ τοῦ πυρίνου ποταμοῦ, καὶ ὁ δεύτερος περὶ τοῦ Ταρτάρου, καὶ ὁ τρίτος περὶ τοῦ σκότους. Εἰ οὖν τοιαύτης μνήμης κυριεύει ὁ νοῦς ὑμῶν, ἀδύνατον ὑμᾶς ἁμαρτῆσαι. Τί δὲ ποιήσω ἐγὼ ὁ σκληροκάρδιος, μὴ συγχωρούμενος εἰδέναι ὅτι κἄν ἐστι κόλασις τοῖς ἀνθρώποις· καὶ ἐκ τούτου, ἐν πάσῃ ὥρᾳ ἁμαρτάνω; Καὶ μετανοήσαντες αὐτῷ εἶπον· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν.
κʹ. Ἠρώτησάν τινες τὸν ἀββᾶν Σισόην, λέγοντες· Ἐὰν πέσῃ ἀδελφὸς, οὐ χρείαν ἔχει μετανοῆσαι ἐνιαυτόν; Ὁ δὲ εἶπε· Σκληρόν ἐστι τὸ ῥῆμα. Οἱ δέ φασιν· Ἀλλ' ἓξ μῆνας; Καὶ πάλιν εἶπε· Πολύ ἐστιν. Οἱ δὲ ἔφασκον· Ἕως τεσσαράκοντα ἡμερῶν; Πάλιν ἔφη· Πολύ ἐστι. Λέγουσιν αὐτῷ· Τί οὖν; ἐὰν πέσῃ ἀδελφὸς, καὶ εὑρεθῇ εὐθὺς ἀγάπη γινομένη, καὶ αὐτὸς εἰσέλθῃ εἰς τὴν ἀγάπην; Λέγει αὐτοῖς ὁ γέρων· Οὐχί. Ἀλλὰ χρείαν ἔχει μετανοῆσαι ὀλίγας ἡμέρας. Πιστεύω γὰρ τῷ Θεῷ, ὅτι ὁλοψύχως ἐὰν μετανοήσῃ ὁ τοιοῦτος, καὶ εἰς τρεῖς ἡμέρας δέχεται αὐτὸν Θεός.
καʹ. Ἐλθόντος ποτὲ τοῦ ἀββᾶ Σισόη εἰς τὸ Κλύσμα, παρέβαλον αὐτῷ κοσμικοὶ ἰδεῖν αὐτόν. Καὶ πολλὰ λαλησάντων αὐτῶν, οὐκ ἀπεκρίθη αὐτοῖς λόγον. Ὕστερον δὲ εἷς αὐτῶν εἶπε· Τί θλίβετε τὸν γέροντα; οὐκ ἐσθίει· διὰ τοῦτο οὐδὲ λαλεῖν δύναται. Ἀπεκρίθη ὁ γέρων· Ἐγὼ ὅτε γένηταί μοι χρεία, ἐσθίω.
κβʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν ἀββᾶν Σισόην, λέγων· Διὰ πόσου χρόνου ὀφείλει ἄνθρωπος ἐκκόπτειν τὰ πάθη; Λέγει αὐτῷ ὁ γέρων· Τοὺς χρόνους θέλεις μαθεῖν; Λέγει ὁ ἀββᾶς Ἰωσήφ· Ναί. Λέγει οὖν ὁ γέρων· Οἵαν ὥραν ἔρχεται τὸ πάθος, εὐθέως κόψον αὐτό.
κγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν τῆς Πέτρας περὶ πολιτείας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἶπε Δανιήλ· Ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον.
κδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι καθήμενος εἰς τὸ κελλίον πάντοτε τὴν θύραν ἔκλειεν.
κεʹ. Ἦλθόν ποτε Ἀρειανοὶ πρὸς τὸν ἀββᾶν Σισόην εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου, καὶ ἤρξαντο καταλαλεῖν τῶν ὀρθοδόξων. Ὁ δὲ γέρων οὐκ ἀπεκρίθη αὐτοῖς οὐδέν· καὶ φωνήσας τὸν ἑαυτοῦ μαθητὴν, εἶπεν· Ἀβραὰμ, φέρε μοι τὸ βιβλίον τοῦ ἀγίου Ἀθανασίου, καὶ ἀνάγνωθι αὐτό. Καὶ σιωπώντων αὐτῶν, ἐγνώσθη ἡ αἵρεσις αὐτῶν. Καὶ ἀπέλυσεν αὐτοὺς μετ' εἰρήνης.
κϛʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀμοῦν ἀπὸ Ῥαϊθοῦ εἰς τὸ Κλύσμα, παραβαλεῖν τῷ ἀββᾷ Σισόῃ· καὶ βλέπων αὐτὸν θλιβόμενον, ὅτι ἀφῆκε τὴν ἔρημον, λέγει αὐτῷ· Τί θλίβῃ, ἀββᾶ; τί γὰρ ἠδύνω ἀπάρτι ποιῆσαι εἰς τὴν ἔρημον, οὕτως γηράσας; Ὁ δὲ γέρων προσέσχεν αὐτῷ μετὰ στυφότητος, λέγων· Τί μοι λέγεις, Ἀμοῦν; οὐκ ἤρκει γάρ μοι ἡ ἐλευθερία μόνη τοῦ λογισμοῦ μου ἐν τῇ ἐρήμῳ;
κζʹ. Ἐκάθητό ποτε ὁ ἀββᾶς Σισόης ἐν τῷ κελλίῳ αὐτοῦ· καὶ κρούσαντος τοῦ μαθητοῦ αὐτοῦ, ἔκραξεν ὁ γέρων, λέγων· Φύγε, Ἀβραὰμ, μὴ εἰσέλθῃς, ἄρτι οὐ σχολάζει τὰ ὧδε.
κηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Πῶς κατέλιπες τὴν Σκῆτιν μετὰ τοῦ ἀββᾶ Ὢρ ὢν, καὶ ἦλθες καὶ ἐκάθισας ὧδε; Λέγει αὐτῷ ὁ γέρων· Ἐν τῷ ἄρξασθαι πληθύνεσθαι τὴν Σκῆτιν, καὶ ἀκούσας ἐγὼ ὅτι ἐκοιμήθη ὁ ἀββᾶς Ἀντώνιος, ἀνέστην καὶ ἦλθον ὧδε εἰς τὸ ὄρος· καὶ εὑρὼν τὰ ὧδε ἡσυχάζοντα, μικρὸν ἐκάθισα χρόνον. Λέγει αὐτῷ ὁ ἀδελφός· Πόσον χρόνον ἔχεις ὧδε; Λέγει αὐτῷ ὁ γέρων· Εἰσὶν ἑβδομηκονταδύο.
κθʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Ὅταν ᾗ ἄνθρωπος τὴν φροντίδα σου ποιούμενος, οὐ δεῖ σε διατάξαι.
λʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην λέγων· Ἐὰν περιπατῶμεν ἐν ὁδῷ, καὶ πλανηθῇ ὁ ὁδηγῶν ἡμᾶς, χρεία εἰπεῖν αὐτῷ; Λέγει αὐτῷ ὁ γέρων· Οὐχί. Λέγει οὖν ὁ ἀδελφός· Ἀλλ' ἀφῶμεν αὐτὸν πλανῆσαι ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Τί οὖν; λαβεῖν ἔχεις ῥάβδον δεῖραι αὐτόν; Ἐγὼ οἶδα ἀδελφοὺς ὅτι περιεπάτουν, καὶ ὁ ὁδηγῶν αὐτοὺς ἐπλανήθη τὴν νύκτα· ἦσαν δὲ δώδεκα, καὶ πάντες ᾔδεισαν ὅτι ἐπλανῶντο· καὶ ἠγωνίσαντο ἕκαστος τοῦ μὴ εἰπεῖν. Ἡμέρας δὲ γενομένης, μαθὼν ὁ ὁδηγῶν αὐτοὺς ὅτι ἐπλανήθησαν τὴν ὁδὸν, λέγει αὐτοῖς· Συγχωρήσατέ μοι, ὅτι ἐπλανήθην. Καὶ εἶπον πάντες· Καὶ ἡμεῖς ᾔδειμεν, ἀλλ' ἐσιωπήσαμεν. Ὁ δὲ ἀκούσας ἐθαύμασε, λέγων, ὅτι Ἕως θανάτου ἐγκρατεύονται οἱ ἀδελφοὶ τοῦ μὴ λαλεῖν. Καὶ ἐδόξασε τὸν Θεόν. Τὸ δὲ μῆκος τῆς ὁδοῦ ἧς ἐπλανήθησαν, μίλια δώδεκα.
λαʹ. Ἦλθόν ποτε Σαρακηνοὶ, καὶ ἐξέδυσαν τὸν γέροντα καὶ τὸν ἀδελφὸν αὐτοῦ. Καὶ ἐξελθόντων αὐτῶν εἰς τὴν ἔρημον ἵνα εὕρωσί τι βρώσιμον, εὗρεν ὁ γέρων βόλβιτα καμήλων, καὶ κλάσας εὗρε κοκκία κριθῶν· ἔτρωγε δὲ ἓν κοκκὶν, καὶ τὸ ἓν εἰς τὴν χεῖρα αὐτοῦ ἐτίθει. Ἐλθὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ, εὗρεν αὐτὸν ἐσθίοντα, καὶ λέγει αὐτῷ· Αὕτη ἐστὶν ἡ ἀγάπη, ὅτι εὗρες βρώσιμον, καὶ μόνος ἐσθίεις, καὶ οὐκ ἐφώνησάς με; Λέγει αὐτῷ ὁ ἀββᾶς Σισόης· Οὐκ ἠδίκησά σε, ἀδελφέ· ἰδοὺ τὸ μέρος σου ἐν τῇ χειρί μου ἐτήρησα.
λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι ἔμεινεν εἰς τὸν Καλαμῶνα τοῦ Ἀρσενοΐτου· καὶ ἄλλος γέρων ἠσθένει εἰς τὴν ἄλλην λαύραν. Καὶ ὡς ἤκουσεν, ἐθλίβη. Ἐπειδὴ δὲ δύο δύο ἐνήστευε, καὶ ἦν ἡ ἡμέρα ἐν ᾗ οὐκ ἤσθιε· καὶ ὅτε ἤκουσε, λέγει τῷ λογισμῷ· Τί ποιήσω; ἐὰν ἀπέλθω, μήπως ἀναγκάσωσί με οἱ ἀδελφοὶ φαγεῖν· καὶ ἐὰν παραμείνω εἰς τὴν αὔριον, μήποτε τελευτήσῃ. Πλὴν τοῦτο ποιῶ, ὑπάγω καὶ οὐκ ἐσθίω. Καὶ οὕτως ἀπῆλθε νῆστις, πληρώσας τὴν ἐντολὴν τοῦ Θεοῦ· καὶ τὴν διὰ τὸν Θεὸν πολιτείαν αὐτοῦ οὐκ ἔλυσεν.
λγʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Καλαμῶνος, ὅτι θέλων ποτὲ νικῆσαι τὸν ὕπνον, ἐκρέμασεν ἑαυτὸν ἀπὸ τοῦ κρημνοῦ τῆς Πέτρας· καὶ ἐλθὼν ἄγγελος ἔλυσε αὐτὸν, καὶ παρήγγειλεν αὐτὸν μηκέτι τοῦτο ποιῆσαι, μήτε ἄλλοις παραδοῦναι τὴν τοιαύτην παράδοσιν.
λδʹ. Ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Σισόην, λέγων· Ἐὰν κάθημαι ἐν τῇ ἐρήμῳ, καὶ ἔλθῃ βάρβαρος, φονεῦσαί με θέλων, καὶ δυνηθῶ πρὸς αὐτὸν, φονεύσω αὐτόν; Καὶ εἶπεν ὁ γέρων· Οὐχί· ἀλλὰ παράδος αὐτὸν τῷ Θεῷ. Οἷος γὰρ ἂν πειρασμὸς ἔλθῃ ἀνθρώπῳ, λεγέτω, ὅτι Διὰ τὰς ἁμαρτίας μου τοῦτο συνέβη· ἐὰν δὲ ἀγαθὸν, Οἰκονομίᾳ Θεοῦ.
λεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν Θηβαῖον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει· Τί σοι ἔχω εἰπεῖν; ὅτι εἰς τὴν Καινὴν Γραφὴν ἀναγινώσκω, καὶ εἰς τὴν Παλαιὰν ἀνακάμπτω.
λϛʹ. Ὁ αὐτὸς ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν τῆς πέτρας, τὸ ῥῆμα ὃ εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος. Καὶ λέγει ὁ γέρων· Ἐγὼ εἰς τὴν ἁμαρτίαν κοιμῶμαι, καὶ εἰς τὴν ἁμαρτίαν ἐγείρομαι.
λζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι ὡς ἀπέλυεν ἡ ἐκκλησία, ἔφευγεν εἰς τὸ κελλίον αὐτοῦ. Καὶ ἔλεγον· Δαίμονα ἔχει. Αὐτὸς δὲ τὸ ἔργον τοῦ Θεοῦ ἐποίει.
ληʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω, ἀββᾶ, ὅτι πέπτωκα; Λέγει αὐτῷ ὁ γέρων· Ἀνάστα πάλιν. Λέγει ὁ ἀδελφός· Ἀνέστην, καὶ πάλιν πέπτωκα. Καὶ λέγει ὁ γέρων· Ἀνάστα πάλιν καὶ πάλιν. Εἶπεν οὖν ὁ ἀδελφός· Ἕως πότε; Λέγει ὁ γέρων· Ἕως ἂν καταληφθῇς εἴτε ἐν τῷ ἀγαθῷ, εἴτε ἐν τῷ πτώματι· ἐν ᾧ γὰρ εὑρίσκεται ἄνθρωπος, ἐν αὐτῷ καὶ πορεύεται.
λθʹ. Ἀδελφὸς ἠρώτησε γέροντα, λέγων· Τί ποιήσω; ὅτι θλίβομαι διὰ τὸ ἐργόχειρον. Ἀγαπῶ γὰρ τὴν σειρὰν, καὶ οὐ δύναμαι αὐτὴν ἐργάσασθαι. Λέγει ὁ γέρων, ὅτι ὁ ἀββᾶς Σισόης ἔλεγεν, ὡς οὐ χρὴ τὸ ἀναπαῦον ἡμᾶς ἔργον ἐργάζεσθαι.
μʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Ζήτει τὸν Θεὸν, καὶ μὴ ζήτει ποῦ κατοικεῖ.
μαʹ. Εἶπε πάλιν, ὅτι αἰδὼς καὶ ἀφοβία πολλάκις φέρει τὴν ἁμαρτίαν.
μβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω; Λέγει αὐτῷ· Τὸ πρᾶγμα ὃ ζητεῖς, τὸ σφόδρα σιωπᾷν, καὶ ταπείνωσις. Γέγραπται γάρ· Μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ. Οὕτω δύνασαι στῆναι.
μγʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Γενοῦ ἐξουδενωμένος, καὶ τὸ θέλημά σου ὀπίσω βάλε, καὶ γενοῦ ἀμέριμνος· καὶ ἕξεις ἀνάπαυσιν.
μδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω διὰ τὰ πάθη; Καὶ λέγει ὁ γέρων· Ἕκαστος ἡμῶν πειράζεται ἀπὸ τῆς ἰδίας ἐπιθυμίας.
μεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Εἰπέ μοι ῥῆμα. Ὁ δὲ ἔφη· Τί με ἀναγκάζεις λαλῆσαι ἀργῶς; Ἰδοὺ ὃ βλέπεις ποίησον.
μϛʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἀβραὰμ ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη εἰς διακονίαν, καὶ ἐπὶ ἡμέρας οὐκ ἤθελε διακονηθῆναι ὑπὸ ἄλλου τινὸς, λέγων· Ἔχω ἀφεῖναι ἄνθρωπον ἄλλον ποιῆσαι συνήθειαν μετ' ἐμοῦ, ἐκτὸς τοῦ ἀδελφοῦ μου; Καὶ οὐ κατεδέξατο ἕως οὗ ἦλθεν ὁ μαθητὴς αὐτοῦ, ὑπομείνας τὸν κόπον.
μζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι καθημένου αὐτοῦ, ἔκραξε μεγάλῃ τῇ φωνῇ· Ὦ ταλαιπωρία! Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Τί ἔχεις, Πάτερ; Λέγει αὐτῷ ὁ γέρων· Ἕν ἄνθρωπον ζητῶ λαλῆσαι, καὶ οὐχ εὑρίσκω.
μηʹ. Ἐξῆλθέ ποτε ὁ ἀββᾶς Σισόης ἐκ τοῦ ὄρους τοῦ ἀββᾶ Ἀντωνίου, εἰς τὸ ἐξώτερον ὄρος τῆς Θηβαΐδος, καὶ ᾤκησεν ἐκεῖ. Ἦσαν δὲ ἐκεῖ Μελιτιανοὶ, οἰκοῦντες ἐν τῷ Καλαμῶνι τοῦ Ἀρσενοΐτου. Τινὲς δὲ ἀκούσαντες ὅτι ἐξῆλθεν εἰς τὸ ἐξώτερον ὄρος, ἐπεθύμησαν αὐτὸν θεάσασθαι· ἔλεγον δέ· Τί ποιήσομεν; εἰς τὸ ὄρος γάρ εἰσι Μελιτιανοί. Οἴδαμεν δὲ ὅτι ὁ γέρων οὐ βλάπτεται ἐξ αὐτῶν· ἡμεῖς δὲ μήποτε θέλοντες συντυχεῖν τῷ γέροντι, ἐμπέσωμεν εἰς πειρασμὸν τῶν αἱρετικῶν. Καὶ ἕνεκεν τοῦ μὴ συναντῆσαι τοῖς αἱρετικοῖς, οὐκ ἀπῆλθον ἰδεῖν τὸν γέροντα.
μθʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ἠσθένησε· καὶ καθημένων γερόντων πρὸς αὐτὸν ἐλάλησέ τισι. Λέγουσιν αὐτῷ· Τί βλέπεις, ἀββᾶ; Καὶ λέγει αὐτοῖς· Ὁρῶ τινας ἐλθόντας ἐπ' ἐμὲ, καὶ παρακαλῶ αὐτοὺς ἵνα ἐάσωσί με μικρὸν μετανοῆσαι. Λέγει αὐτῷ εἷς τῶν γερόντων· Καὶ ἐὰν ἐάσωσί σε, ἀπάρτι δύνασαι χρησιμεῦσαι εἰς μετάνοιαν; Λέγει αὐτῷ ὁ γέρων· Εἰ δὲ οὐ δύναμαι ποιῆσαι, ἀλλὰ στενάζω ἐπάνω τῆς ψυχῆς μου μικρὸν, καὶ ἀρκεῖ μοι.
νʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ὅτε ἦλθεν εἰς τὸ Κλύσμα, ἠσθένησε· καὶ καθημένου αὐτοῦ μετὰ τοῦ μαθητοῦ αὐτοῦ εἰς τὴν κέλλαν, ἰδοὺ κροῦσμα γέγονεν εἰς τὴν θύραν. Καὶ νοήσας ὁ γέρων, λέγει τῷ μαθητῇ αὐτοῦ Ἀβραάμ· Εἰπὲ τῷ κρούσαντι· Ἐγὼ Σισόης εἰς τὸ ὄρος, ἐγὼ Σισόης εἰς τὸ χαράδριον. Ὁ δὲ ἀκούσας ἀφανὴς ἐγένετο.
ναʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος τῷ μαθητῇ αὐτοῦ· Εἰπέ μοι τί βλέπεις εἰς ἐμὲ, κἀγώ σοι λέγω τί βλέπω εἰς σέ. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Σὺ καλὸς τῷ νῷ, καὶ σκληρὸς μικρόν. Λέγει αὐτῷ ὁ γέρων· Σὺ καλὸς εἶ, ἀλλὰ χαῦνος τῷ νῷ.
νβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι οὐκ ἤσθιεν ἄρτον. Καὶ εἰς τὴν ἑορτὴν τοῦ Πάσχα ἔβαλον αὐτῷ μετάνοιαν οἱ ἀδελφοὶ, ἵνα φάγῃ μετ' αὐτῶν. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἓν ἔχω ποιῆσαι· ἢ ἄρτον ἔχω μεταλαβεῖν, ἢ ὅσα ἐποιήσατε φαγία. Οἱ δὲ εἶπον αὐτῷ· Ἄρτον μόνον φάγε. Ὁ δὲ ἐποίησεν οὕτως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου