Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ῥούφου.


Περὶ τοῦ ἀββᾶ Ῥούφου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ῥοῦφον· Τί ἐστιν ἡσυχία, καὶ τίς ἡ ὠφέλεια αὐτῆς; Ὁ δὲ γέρων λέγει αὐτῷ· Ἡσυχία ἐστὶ, τὸ καθεσθῆναι ἐν τῷ κελλίῳ μετὰ φόβου καὶ γνώσεως Θεοῦ, ἀπεχόμενος μνησικακίας καὶ ὑψηλοφροσύνης. Ἡ τοιαύτη ἡσυχία γεννήτρια οὖσα πασῶν τῶν ἀρετῶν, φυλάσσει τὸν μοναχὸν ἀπὸ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ, μὴ ἐῶσα αὐτὸν τιτρώσκεσθαι ὑπ' αὐτῶν. Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι, μνημονεύων τῆς ἐξόδου τοῦ θανάτου σου, ὅτι οὐκ οἶδας ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Λοιπὸν οὖν, νῆφε περὶ τῆς ἰδίας ψυχῆς.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ῥοῦφος, ὅτι ὁ καθήμενος ἐν ὑποταγῇ πατρὸς πνευματικοῦ, πλείονα μισθὸν ἔχει τοῦ ἐν τῇ ἐρήμῳ καθ' ἑαυτὸν ἀναχωροῦντος. Ἔλεγε δὲ οὗτος, ὅτι διηγήσατό τις τῶν Πατέρων, λέγων, ὅτι Εἶδον τέσσαρα τάγματα ἐν τῷ οὐρανῷ· τὸ πρῶτον τάγμα, ἄνθρωπος ἀσθενῶν καὶ εὐχαριστῶν τῷ Θεῷ· τὸ δεύτερον τάγμα, ὁ τὴν φιλοξενίαν διώκων καὶ εἰς τοῦτο ἱστάμενος καὶ διακονῶν· τὸ τρίτον τάγμα, ὁ τὴν ἔρημον διώκων καὶ μὴ βλέπων ἄνθρωπον· τὸ τέταρτον τάγμα, ὁ ἐν ὑποταγῇ καθήμενος πατρὸς καὶ ὑποτασσόμενος αὐτῷ διὰ τὸν Κύριον. Ἐφόρει δὲ ὁ διὰ τὴν ὑπακοὴν μανιάκην χρυσοῦν καὶ γοργόνα, καὶ πλείονα τῶν ἄλλων δόξαν εἶχεν. Ἐγὼ δὲ, φησὶ, εἶπον τῷ ὁδηγοῦντί με, ὅτι Πῶς οὗτος ὁ μικρότερος παρὰ τοὺς ἄλλους πλείονα δόξαν ἔχει; Ὁ δὲ ἀποκριθεὶς εἶπέ μοι· Ἐπειδὴ ὁ τὴν φιλοξενίαν διώκων ἰδίῳ θελήματι ποιεῖ· καὶ ὁ εἰς τὴν ἔρημον ὢν ἰδίῳ θελήματι ἀνεχώρησεν· οὗτος δὲ ὁ τὴν ὑπακοὴν ἔχων. πάντα τὰ θελήματα αὐτοῦ καταλείψας, κρέμαται τῷ Θεῷ καὶ τῷ ἰδίῳ Πατρί· ἕνεκα τούτου πλείονα δόξαν ἔλαβε παρὰ τοὺς ἄλλους. Διὰ τοῦτο, ὦ τέκνα, καλὴ ἡ ὑπακοὴ ἡ διὰ τὸν Κύριον γινομένη. Ἠκούσατε, τέκνα. ἐκ μέρους, τοῦ κατορθώματος τούτου ὀλίγον τι ἴχνος. Ὦ ὑπακοὴ σωτηρία πάντων τῶν πιστῶν! ὦ ὑπακοὴ γεννήτρια πασῶν τῶν ἀρετῶν! ὦ ὑπακοὴ βασιλείας εὑρέτις! ὦ ὑπακοὴ οὐρανοὺς ἀνοίγουσα, καὶ ἀνθρώπους ἀπὸ γῆς ἀνάγουσα! ὦ ὑπακοὴ πάντων τῶν ἁγίων τροφὲ, ἐξ ἧς ἐθήλασαν, καὶ διὰ σοῦ ἐτελειώθησαν! ὦ ὑπακοὴ σύνοικε ἀγγέλων!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου