Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σερίνου.


Περὶ τοῦ ἀββᾶ Σερίνου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σερίνου, ὅτι πολλὰ εἰργάζετο, καὶ δύο παξαμάτια ἤσθιε διαπαντός. Καὶ ἐλθὼν πρὸς αὐτὸν ὁ ἀββᾶς Ἰὼβ, ὁ συμφωνητὴς αὐτοῦ, καὶ αὐτὸς δὲ μέγας ἀσκητὴς, εἶπεν αὐτῷ, ὅτι Εἰς τὸ κελλίον μου φυλάττω τὴν πρᾶξίν μου· ἐὰν δὲ ἐξέλθω, συγκαταβαίνω τοῖς ἀδελφοῖς. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Σερῖνος· Οὐκ ἔστιν αὕτη μεγάλη ἀρετὴ, ὅταν ἐν τῷ κελλίῳ σου φυλάττῃς τὴν τάξιν σου, ἀλλ' ὅταν ἐκ τοῦ κελλίου σου μᾶλλον ἐξέλθῃς.
βʹ. Εἶπεν ὁ ἀββᾶς Σερῖνος, ὅτι Ἐποίησα τὸν χρόνον μου, θερίζων, καταῤῥάπτων, πλέκων· καὶ ἐν τούτοις πᾶσιν, εἰ μὴ ἡ χεὶρ τοῦ Θεοῦ ἐχόρτασέ με, οὐκ ἠδυνήθην χορτασθῆναι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου