Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μεγεθίου.


Περὶ τοῦ ἀββᾶ Μεγεθίου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μεγεθίου, ὅτι ἐξήρχετο τοῦ κελλίου· καὶ εἰ ἤρχετο αὐτῷ λογισμὸς ἀναχωρῆσαι ἐκ τοῦ τόπου, οὐκ ἀνέκαμπτεν εἰς τὴν κέλλαν αὐτοῦ. Οὐδὲ γὰρ εἶχέ τί ποτε τοῦ αἰῶνος τούτου ὕλην, εἰ μὴ ῥαφίδα μίαν ὅπου τὰ θαλλία ἔσχιζεν· εἰργάζετο γὰρ καθ' ἡμέραν τρία μαλάκια, τὸ τῆς τροφῆς αὐτοῦ.
βʹ. Ἔλεγον περὶ τοῦ δευτέρου ἀββᾶ Μεγεθίου, ὅτι ἦν ταπεινὸς σφόδρα, μαθητευθεὶς παρ' Αἰγυπτίοις, καὶ συντυχὼν πολλοῖς γέρουσι, καὶ τῷ ἀββᾷ Σισόῃ, καὶ τῷ ἀββᾷ Ποιμένι. Ἔμεινε δὲ καὶ εἰς ποταμὸν εἰς τὸ Σινά. Καὶ συνέβη τινὰ τῶν ἁγίων παραβαλεῖν αὐτῷ (ὡς αὐτὸς διηγήσατο), καὶ λέγει αὐτῷ· Πῶς διάγεις, ἀδελφὲ, ἐν τῇ ἐρήμῳ ταύτῃ; Ὁ δὲ εἶπε· Νηστεύω δύο δύο, καὶ ἕνα ἄρτον ἐσθίω. Καὶ λέγει μοι· Εἰ θέλεις ἀκοῦσαί μου, φάγε καθ' ἡμέραν τὸ ἥμισυ τοῦ ἄρτου. Καὶ ποιήσας οὕτως εὗρεν ἀνάπαυσιν.
γʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Μεγέθιον, λέγοντες· Ἐὰν περισσεύηται ἕψημα εἰς τὴν ἄλλην ἡμέραν, θέλεις ἵνα φάγωσιν οἱ ἀδελφοί; Λέγει αὐτοῖς ὁ γέρων· Ἐὰν ἠρήμωται, οὐκ ἔστι καλὸν ἵνα ἀναγκασθῶσιν οἱ ἀδελφοὶ φαγεῖν αὐτὸ, καὶ ἀσθενήσωσιν, ἀλλὰ ῥιφῇ· ἐὰν δὲ καλόν ἐστι, καὶ διὰ στρῆνος ῥιφῇ, καὶ ἄλλο ἑψηθῇ, τοῦτο κακόν ἐστιν.
δʹ. Εἶπε πάλιν· Ἐν ἀρχῇ ὅτε συνηγόμεθα πρὸς ἀλλήλους, καὶ ἐλαλοῦμεν περὶ ὠφελείας συγκροτοῦντες ἀλλήλους, ἐγινόμεθα χοροὶ χοροὶ, καὶ ἀνηρχόμεθα εἰς τοὺς οὐρανούς. Νυνὶ δὲ συναγόμεθα, καὶ εἷς τὸν ἕνα εἰς καταλαλιὰν ἐρχόμενοι, κατάγομεν κάτω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου