Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ὑπερεχίου


Περὶ τοῦ ἀββᾶ Ὑπερεχίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὑπερέχιος· Ὥσπερ ὁ λέων φοβερός ἐστι τοῖς ὀνάγροις, οὕτως ὁ δόκιμος μοναχὸς λογισμοῖς ἐπιθυμίας.
βʹ. Εἶπε πάλιν· Ἡ νηστεία χαλινός ἐστι τῷ μοναχῷ μετὰ τῆς ἁμαρτίας, Ὁ ῥίπτων αὐτὴν, ἵππος θηλυμανὴς εὑρίσκεται.
γʹ. Εἶπε πάλιν· Ὁ μὴ κρατῶν γλώσσης αὐτοῦ ἐν καιρῷ ὀργῆς, οὐδὲ παθῶν κρατήσει ὁ τοιοῦτος.
δʹ. Εἶπε πάλιν· Καλὸν φαγεῖν κρέα καὶ πιεῖν οἶνον, καὶ μὴ φαγεῖν ἐν καταλαλιαῖς σάρκας ἀδελφῶν.
εʹ. Εἶπε πάλιν· Ψιθυρίσας ὁ ὄφις τὴν Εὔαν τοῦ παραδείσου ἐξέβαλε. Τούτου οὖν ὅμοιος ἔσται καὶ ὁ καταλαλῶν τοῦ πλησίον· τὴν γὰρ ψυχὴν τοῦ ἀκούοντος ἀπολλύει, καὶ τὴν ἑαυτοῦ οὐ διασώζει.
ϛʹ. Εἶπε πάλιν· Θησαυρός ἐστι μοναχοῦ ἡ ἑκούσιος ἀκτημοσύνη. Θησαύρισον, ἀδελφὲ, ἐν οὐρανῷ· ἀπέραντοι γὰρ τῆς ἀναπαύσεως οἱ αἰῶνες.
ζʹ. Εἶπε πάλιν· Ἡ ἐνθύμησίς σου διαπαντὸς ἔστω ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ ἐν τάχει κληρονομήσεις αὐτήν.
ηʹ. Εἶπε πάλιν· Κειμήλιόν ἐστι τοῦ μοναχοῦ ἡ ὑπακοή. Ὁ κεκτημένος αὐτὴν εἰσακουσθήσεται ὑπὸ τοῦ Θεοῦ, καὶ μετὰ παῤῥησίας τῷ σταυρωθέντι παραστήσεται· ὁ γὰρ σταυρωθεὶς Κύριος ὑπήκοος γέγονε μέχρι θανάτου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου