Σάββατο, 4 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ζήνωνος.


Περὶ τοῦ ἀββᾶ Ζήνωνος.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ζήνων ὁ μαθητὴς τοῦ μακαρίου Σιλουανοῦ· Μὴ οἰκήσῃς ἐν τόπῳ ὀνομαστῷ, μηδὲ καθίσῃς μετὰ ἀνθρώπου ἔχοντος μέγα ὄνομα, μηδὲ βάλῃς θεμέλιον τοῦ οἰκοδομῆσαι ἑαυτῷ κελλίον πώποτε.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ζήνωνος, ὅτι ἀπ' ἀρχῆς οὐκ ἤθελε λαβεῖν παρά τινός τίποτε. Καὶ ἐντεῦθεν οἱ φέροντες ἀπήρχοντο λυπούμενοι, ὅτι οὐκ ἐλάμβανε. Καὶ ἄλλοι ἤρχοντο πρὸς αὐτὸν, λαβεῖν θέλοντες ὡς παρὰ μεγάλου γέροντος, καὶ οὐκ εἶχέ τι δοῦναι αὐτοῖς, καὶ αὐτοὶ ὑπῆγον λυπούμενοι. Λέγει ὁ γέρων· Τί ποιήσω, ὅτι καὶ οἱ φέροντες λυποῦνται, καὶ οἱ λαβεῖν θέλοντες; Τοῦτο μᾶλλον συμφέρει· εἴ τις φέρει, λαμβάνω, καὶ εἴ τις αἰτεῖ παρέχω αὐτῷ. Καὶ οὕτως ποιήσας ἀνεπαύετο, καὶ πάντας ἐπληροφόρει.
γʹ. Παρέβαλεν ἀδελφὸς Αἰγύπτιος τῷ ἀββᾷ Ζήνωνι εἰς Συρίαν, καὶ κατηγόρει τῶν λογισμῶν ἑαυτοῦ ἐπὶ τοῦ γέροντος. Ὁ δὲ θαυμάσας εἶπεν· Οἱ Αἰγύπτιοι, ἃς μὲν ἔχουσιν ἀρετὰς, κρύπτουσιν, ἃ δὲ οὐκ ἔχουσιν ἐλαττώματα, τούτων ἀεὶ κατηγοροῦσιν· οἱ δὲ Σύροι καὶ οἱ Ἑλληνικοὶ, ἃς μὲν οὐκ ἔχουσιν ἀρετὰς, λέγουσιν ἔχειν, ἃ δὲ ἔχουσι ἐλαττώματα, κρύπτουσιν.
δʹ. Ἦλθον πρὸς αὐτὸν ἀδελφοὶ, καὶ ἠρώτησαν αὐτὸν, λέγοντες· Τί ἐστι τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον· Οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ; Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτοῖς· Ἀφῆκαν οἱ ἀδελφοὶ τὰς ἁμαρτίας αὐτῶν, καὶ περὶ τῶν οὐρανῶν ἐρευνῶσιν. Αὔτη δέ ἐστιν ἡ ἑρμηνεία τοῦ λόγου· Ἐπειδὴ αὐτὸς μόνος ἐστὶ καθαρὸς, διὰ τοῦτο εἶπεν· Οὐρανὸς δὲ οὐ καθαρός ἐστιν.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ζήνωνος, ὅτι καθήμενος ἐν. τῇ Σκήτει, ἐξῆλθε νυκτὸς ἐκ τῆς κέλλης αὐτοῦ ὡς ἐπὶ τὸ ἕλος· καὶ πλανηθεὶς ἐποίησε τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας περιπατῶν· καὶ κοπιάσας, ἐκλιπὼν ἔπεσεν εἰς τὸ ἀποθανεῖν. Καὶ ἰδοὺ παιδάριον ἔστη ἐνώπιον αὐτοῦ, ἔχον ἄρτον καὶ βαυκάλιον ὕδατος· καὶ ἔλεγεν αὐτῷ· Ἀνάστα, φάγε. Ὁ δὲ ἀναστὰς, προσηύξατο, νομίζων ὅτι φαντασία ἐστίν. Ὁ δὲ εἶπεν αὐτῷ· Καλῶς ἐποίησας. Καὶ πάλιν ηὔξατο δεύτερον καὶ τρίτον. Καὶ λέγει αὐτῷ· Καλῶς ἐποίησας. Ἀναστὰς οὖν ὁ γέρων, ἔλαβε καὶ ἔφαγε. Καὶ μετὰ ταῦτα λέγει αὐτῷ· Ὅσον περιεπάτησας, τοσοῦτον εἶ μακρὰν ἀπὸ τῆς κέλλης σου· ἀλλ' ἀνάστα, ἀκολούθει μοι. Καὶ εὐθέως εὑρέθη εἰς τὸ κελλίον αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ γέρων· Εἴσελθε, ποίησον ἡμῖν εὐχήν. Καὶ εἰσελθόντος τοῦ γέροντος, ἐκεῖνος ἀφανὴς ἐγένετο.
ϛʹ. Ἄλλοτε ὁ αὐτὸς ἀββᾶς Ζήνων περιπατῶν ἐν τῇ Παλαιστίνῃ, καὶ κοπιάσας,
ἐγγὺς σικυηλάτου ἐκάθισε φαγεῖν, καὶ λέγει αὐτῷ ὁ λογισμός· Ἆρον ἑαυτῷ ἓν σικύδιν, καὶ φάγε. Τί γάρ ἐστιν; Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λογισμῷ· Οἱ κλέπται εἰς κόλασιν ὑπάγουσι. Δοκίμασον οὖν ἑαυτὸν ἐντεῦθεν, εἰ δύνασαι τὴν κόλασιν ὑπενεγκεῖν. Καὶ ἀναστὰς ἔστη εἰς τὸ καῦμα πέντε ἡμέρας, καὶ τηγανίσας ἑαυτὸν, εἶπεν· Οὐ δύνασαι τὴν κόλασιν ὑπενεγκεῖν. Καὶ λέγει τῷ λογισμῷ· Εἰ οὐ δύνασαι, μὴ κλέπτε καὶ τρῶγε.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ζήνων· Ὁ θέλων ταχὺ ἵνα εἰσακούσῃ ὁ Θεὸς τῆς εὐχῆς αὐτοῦ, ἡνίκα ἀναστῇ καὶ ἐκτείνει τὰς χεῖρας αὐτοῦ πρὸς Θεὸν, πρὸ πάντων καὶ πρὸ τῆς ἰδίας ψυχῆς ὑπὲρ τῶν ἐχθρῶν αὐτοῦ ἀπὸ ψυχῆς εὔξηται· καὶ διὰ τούτου κατορθώματος, εἴ τι ἂν παρακαλέσῃ τῷ Θεῷ, ὑπακούει αὐτῷ.
ηʹ. Ἔλεγον ὅτι ἦν τις ἐν κώμῃ, καὶ πολλὰ ἐνήστευεν, ὥστε καλεῖσθαι τὸ ὄνομα αὐτοῦ ὁ Νηστευτής. Ἀκούσας δὲ ὁ ἀββᾶς Ζήνων περὶ αὐτοῦ, μετεστείλατο αὐτόν. Ὁ δὲ ἀπῆλθε μετὰ χαρᾶς. Καὶ εὐξάμενοι ἐκάθισαν. Ἤρξατο οὖν ὁ γέρων ἐργάζεσθαι σιωπῶν. Μὴ εὑρίσκων δὲ λαλῆσαι μετ' αὐτοῦ ὁ Νηστευτὴς ἤρξατο ὀχλεῖσθαι ὑπὸ τῆς ἀκηδίας. Καὶ λέγει τῷ γέροντι· Εὖξαι ὑπὲρ ἐμοῦ, ἀββᾶ, ὅτι ἀπελθεῖν θέλω. Λέγει αὐτῷ ὁ γέρων· Διατί; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὅτι ἡ καρδία μου ὡς καιομένη ἐστὶ, καὶ οὐκ οἶδα τί ἔχει. Ὅτε γὰρ ἤμην εἰς τὴν κώμην, ἕως ὀψὲ ἐνήστευον, καὶ οὐδέποτε οὕτως μοι ἐγένετο. Λέγει αὐτῷ ὁ γέρων· Εἰς τὴν κώμην, ἐκ τῶν ὠτίων σου ἐτρέφου· ἀλλ' ἄπελθε ἀπὸ τοῦ νῦν, καὶ ἔσθιε τὴν ἐννάτην· καὶ εἴ τι ποιεῖς, ἐν κρυπτῷ ποίει. Καὶ ὡς ἤρξατο ποιεῖν, μετὰ θλίψεως ἔμενε τὴν ἐννάτην. Καὶ ἔλεγον οἱ γνωρίζοντες αὐτὸν, ὅτι Ὁ Νηστευτὴς ἐδαιμονίσθη. Ἐλθὼν δὲ ἀπήγγειλε τῷ γέροντι πάντα. Ὁ δὲ εἶπεν αὐτῷ· Αὕτη ἡ ὁδὸς κατὰ Θεόν ἐστιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου