Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Νείλου.


Περὶ τοῦ ἀββᾶ Νείλου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Νεῖλος· Ὅσα ἂν ποιῇς εἰς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς καρδίαν σοι γενήσεται ἐν καιρῷ προσευχῆς.
βʹ. Εἶπε πάλιν· Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα.
γʹ. Εἶπε πάλιν· Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.
δʹ. Εἶπε πάλιν· Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι σεαυτόν· ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι.
εʹ. Εἶπε πάλιν· Ὅπερ ἂν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς εὐχῆς εὐρήσεις.
ϛʹ. Εἶπε πάλιν· Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχήν· εἰ δὲ μήγε, εἰς μάτην τρέχεις.
ζʹ. Εἶπε πάλιν· Μὴ θέλε ὡς σοὶ δοκεῖ, ἀλλ' ὡς Θεῷ ἀρέσκει γίνεσθαι τὰ κατὰ σέ· καὶ ἔσῃ ἀτάραχος καὶ εὐχάριστος ἐν προσευχῇ σου.
ηʹ. Εἶπε πάλιν· Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.
θʹ. Εἶπε πάλιν· Ἄτρωτος διαμένει μοναχὸς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ, ὁ ἀγαπῶν ἡσυχίαν· ὁ δὲ συναναμιγνύμενος πλήθεσι συνεχεῖς δέχεται πληγάς.
ιʹ. Εἶπε πάλιν· Ὁ δοῦλος ὁ ἀμελῶν τῶν ἔργων τοῦ κυρίου αὐτοῦ ἑτοιμαζέσθω πρὸς μάστιγας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου