Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Πιστοῦ.


Περὶ τοῦ ἀββᾶ Πιστοῦ.
Διηγήσατο ὁ ἀββᾶς Πιστὸς, λέγων, ὅτι Ἀπήλθομεν ἑπτὰ ἀναχωρηταὶ πρὸς τὸν ἀββᾶν Σισόην οἰκοῦντα ἐν τῷ Κλύσματι, παρακαλοῦντες αὐτὸν εἰπεῖν ἡμῖν λόγον. Καὶ εἶπε· Συγχωρήσατέ μοι, ἰδιώτης ἄνθρωπός εἰμι· ἀλλὰ παρέβαλον πρὸς τὸν ἀββᾶν Ὢρ, καὶ τὸν ἀββᾶν Ἀθρέ· ἦν δὲ ἐν ἀσθενείᾳ ὁ ἀββᾶς Ὢρ, δέκα καὶ ὀκτὼ ἔτη· καὶ ἔβαλον αὐτοῖς μετάνοιαν, εἰπεῖν μοι λόγον. Καὶ εἶπεν ὁ ἀββᾶς Ὤρ· Τί ἔχω εἰπεῖν σοι; ἄπελθε, καὶ ὃ βλέπεις ποίησον. Ὁ Θεὸς ἐκείνου ἐστὶ, τοῦ πλεονεκτοῦντος, ἤτοι βιαζομένου ἑαυτὸν εἰς πάντα. Οὐκ ἦσαν δὲ ἀπὸ μιᾶς ἐνορίας ὁ ἀββᾶς Ὢρ, καὶ ὁ ἀββᾶς Ἀθρέ· ἐγένετο δὲ μεγάλη εἰρήνη μεταξὺ αὐτῶν, ἕως ἐξῆλθον ἀπὸ τοῦ σώματος. Ἦν γὰρ μεγάλη ἡ ὑπακοὴ τοῦ ἀββᾶ Ἀθρὲ, καὶ πολλὴ ἡ ταπεινοφροσύνη τοῦ ἀββᾶ Ὤρ. Ἐποίησα δὲ μικρὰς ἡμέρας πρὸς αὐτοὺς, ἀνιχνεύων αὐτούς· καὶ εἶδον μέγα θαῦμα ὃ ἐποίησεν ὁ ἀββᾶς Ἀθρέ. Ἤνεγκεν αὐτοῖς τις μικρὸν ὀψάριον, καὶ ἠβουλήθη αὐτὸ ποιῆσαι ὁ ἀββᾶς Ἀθρὲ τῷ γέροντι· εἶχε δὲ τὴν μάχαιραν κόπτων τὸ ὀψάριον· καὶ ἐκάλεσεν αὐτὸν ὁ ἀββᾶς Ὤρ· καὶ ἀφῆκε τὴν μάχαιραν μέσον τοῦ ὀψαρίου, καὶ οὐκ ἔκοψε τὸ ἐπίλοιπον. Καὶ ἐθαύμασα τὴν μεγάλην ὑπακοὴν αὐτοῦ, διότι οὐκ εἶπε· Μακροθύμησον ἕως κόψω τὸ ὀψάριον. Εἶπον δὲ τῷ ἀββᾷ Ἀθρέ· Ποῦ εὗρες τὴν ὑπακοὴν ταύτην; Καὶ εἶπέ μοι· Οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ γέροντός ἐστι. Καὶ ἔλαβέ με λέγων· Δεῦρο, βλέπε τὴν ὑπακοὴν αὐτοῦ. Καὶ ἥψησε τὸ ὀψάριον, καὶ ἠφάνισεν αὐτὸ θέλων, καὶ παρέθηκε τῷ γέροντι. Καὶ ἔφαγε μηδὲν λαλήσας. Καὶ εἶπεν αὐτῷ· Καλόν ἐστι, γέρον; Καὶ ἀπεκρίθη· Καλόν ἐστι πάνυ. Μετὰ ταῦτα ἤνεγκεν αὐτῷ μικρὸν καλὸν σφόδρα, καὶ εἶπεν· Ἠφάνισα αὐτὸ, γέρον. Καὶ ἀπεκρίθη, λέγων· Ναὶ, ἠφάνισας αὐτὸ μικρόν. Καὶ εἶπέ μοι ὁ ἀββᾶς Ἀθρέ· Εἶδες ὅτι ἡ ὑπακοὴ τοῦ γέροντός ἐστι; Καὶ ἐξῆλθον ἀπ' αὐτῶν, καὶ εἴ τι εἶδον, ἐποίησα τὴν δύναμίν μου φυλάξαι. Ταῦτα εἶπε τοῖς ἀδελφοῖς ὁ ἀββᾶς Σισόης. Εἷς δὲ ἐξ ἡμῶν παρεκάλεσεν αὐτὸν, λέγων· Ποίησον ἀγάπην, εἰπὲ ἡμῖν καὶ αὐτὸς ἕνα λόγον. Καὶ εἶπεν· Ὁ κατέχων τὸ ἀψήφιστον ἐν γνώσει, ἐπιτελεῖ πᾶσαν τὴν Γραφήν. Πάλιν ἕτερος ἐξ ἡμῶν εἶπεν αὐτῷ· Τί ἐστι ξενιτεία, Πάτερ; Καὶ εἶπε· Σιώπα, καὶ εἰπέ· Οὐκ ἔχω πρᾶγμα, ἐν παντὶ τόπῳ ὅπου ἐὰν ἀπέρχῃ· καὶ αὕτη ἐστὶν ἡ ξενιτεία.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου