Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Χομαί.


Περὶ τοῦ ἀββᾶ Χομαί.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Χομαὶ, ὅτι μέλλων τελευτᾷν εἶπε τοῖς υἱοῖς αὐτοῦ· Μὴ οἰκήσητε μετὰ αἱρετικῶν, μηδὲ σχῆτε γνῶσιν μετὰ ἀρχόντων, μηδὲ ἔστωσαν αἱ χεῖρες ὑμῶν ἡπλωμέναι εἰς τὸ συνάγειν, ἀλλ' ἔστωσαν μᾶλλον ἡπλωμέναι εἰς τὸ διδόναι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου