Πέμπτη, 2 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Διοσκόρου.


Περὶ τοῦ ἀββᾶ Διοσκόρου.
αʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Διοσκόρου τῆς Ναχιάστεως, ὅτι ὁ ἄρτος αὐτοῦ κρίθινος ἦν καὶ ἀπὸ φακοῦ. Καὶ κατ' ἐνιαυτὸν ἔβαλεν ἀρχὴν μιᾶς πολιτείας, λέγων· Οὐκ ἀπαντῶ τινι τὸ ἔτος τοῦτο, ἢ οὐ λαλῶ, ἢ οὐ τρώγω ἕψημα, ἢ οὐ τρώγω ὀπώραν ἢ λάχανον. Καὶ εἰς πᾶσαν ἐργασίαν οὕτως ἐποίει· καὶ τελειῶν τὸ ἓν, ἐλάμβανε τὸ ἄλλο. Καὶ τοῦτο ἐποίει κατὰ ἐνιαυτόν.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, ὅτι Ταράσσουσί με οἱ λογισμοί μου, τοῦ ἀφεῖναί με τὰς ἁμαρτίας μου, καὶ ποιοῦσί με προσέχειν εἰς τὰ ὑστερήματα τοῦ ἀδελφοῦ μου. Καὶ λέγει αὐτῷ ὁ γέρων περὶ τοῦ ἀββᾶ Διοσκόρου, ὅτι ἦν ἐν τῷ κελλίῳ κλαίων ἑαυτόν· ὁ δὲ μαθητὴς αὐτοῦ ἐν ἄλλῳ κελλίῳ ἐκάθητο. Ὅτε οὖν παρέβαλε τῷ γέροντι, εὕρισκεν αὐτὸν κλαίοντα, καὶ ἔλεγεν αὐτῷ· Πάτερ, τί κλαίεις; Ὁ δὲ γέρων ἔλεγεν· Τὰς ἁμαρτίας μου κλαίω. Λέγει οὖν αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Οὐκ ἔχεις ἁμαρτίας, Πάτερ. Καὶ ἀπεκρίθη ὁ γέρων· Φύσει, τέκνον, ἐὰν ἀφεθῶ ἰδεῖν τὰς ἁμαρτίας μου, οὐκ ἀρκοῦσιν ἄλλοι τρεῖς ἢ τέσσαρες κλαῦσαι αὐτάς.
γʹ. Εἶπεν ὁ ἀββᾶς Διόσκορος, ὅτι Ἐὰν φορέσωμεν ἡμῶν τὸ οὐράνιον ἔνδυμα, οὐκ ἂν εὑρεθῶμεν γυμνοί· ἐὰν δὲ μὴ εὑρεθῶμεν φοροῦντες τὸ ἔνδυμα ἐκεῖνο, τί ποιήσομεν, ἀδελφοί; ἔχομεν γὰρ καὶ ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν ἐκείνην τὴν λέγουσαν· Ἔκβαλε τοῦτον εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Νυνὶ δὲ, ἀδελφοὶ, μεγάλη αἰσχύνη ἡμῖν, μετὰ τοσοῦτον χρόνον φοροῦντας ἡμᾶς τὸ σχῆμα, εὑρεθῆναι ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης, μὴ ἔχοντας τὸ ἔνδυμα τοῦ γάμου. Ὢ τῆς μετανοίας τῆς μελλούσης ἡμῖν προσγίνεσθαι! Ὢ τοῦ σκότους τοῦ μέλλοντος ἡμῖν ἐπιπίπτειν ἔμπροσθεν τῶν Πατέρων καὶ τῶν ἀδελφῶν ἡμῶν, βλεπόντων ἡμᾶς τιμωρουμένους ὑπὸ τῶν ἀγγέλων τῆς τιμωρίας!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου