Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ πολιτικοῦ.


Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ πολιτικοῦ.
αʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Μακάριος ὁ πολιτικὸς κόψαι θαλία, καὶ οἱ ἀδελφοὶ μετ' αὐτοῦ. Καὶ λέγουσιν αὐτῷ τὴν πρώτην ἡμέραν· Δεῦρο, φάγε μεθ' ἡμῶν, Πάτερ. Ὁ δὲ ἀπῆλθε καὶ ἔφαγε. Καὶ πάλιν τῇ ἄλλῃ λέγουσιν αὐτῷ φαγεῖν. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλ' ἔλεγεν αὐτοῖς· Ὑμεῖς χρείαν ἔχετε φαγεῖν, τέκνα· ἀκμὴν γὰρ σάρξ ἐστε· ἐγὼ δὲ νῦν οὐ θέλω φαγεῖν.
βʹ. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος πρὸς τὸν ἀββᾶν Παχώμιον τῶν Ταβενησιωτῶν. Ὁ δὲ Παχώμιος ἠρώτα αὐτὸν, λέγων· Ὅτε εἰσιν ἀδελφοὶ ἄτακτοι, καλόν ἐστι παιδεῦσαι αὐτούς; Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· παίδευσον, καὶ κρῖνον δικαίως τοὺς ὑπὸ σέ· ἔξω δὲ μὴ κρίνῃς τινάς. Γέγραπται γάρ· Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει.
γʹ. Ἐποίησέ ποτε ὁ ἀββᾶς Μακάριος τετράμηνον, παραβάλλων τινὶ ἀδελφῷ ἡμερούσιον· καὶ οὐχ εὗρεν αὐτὸν εὐκαιροῦντα ἀπὸ τῆς προσευχῆς οὐδὲ ἅπαξ· καὶ θαυμάσας ἔλεγεν· Ἰδοὺ ἐπίγειος ἄγγελος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου