Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Νιστερώου.


Περὶ τοῦ ἀββᾶ Νιστερώου.
αʹ. Ὁ ἀββᾶς Νιστερῶος ὁ μέγας περιεπάτει ἐν τῇ ἐρήμῳ μετὰ ἀδελφοῦ τινος· καὶ ἰδόντες δράκοντα, ἔφυγον. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ σὺ φοβῇ, Πάτερ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐ φοβοῦμαι, τέκνον· ἀλλὰ συμφέρει ὅτι ἔφυγον, ἐπεὶ οὐκ εἶχον ἐκφυγεῖν τὸ πνεῦμα τῆς κενοδοξίας.
βʹ. Ἀδελφὸς ἠρώτησε γέροντα, λέγων· Ποῖον καλὸν πρᾶγμά ἐστιν, ἵνα ποιήσω, καὶ ζήσωμαι ἐν αὐτῷ; Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς οἶδε τὸ καλόν. Ἀλλ' ἤκουσα ὅτι ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Νιστερῶον τὸν μέγαν, τὸν φίλον τοῦ ἀββᾶ Ἀντωνίου, καὶ εἶπεν αὐτῷ· Ποῖον καλὸν ἔργον ἐστὶν, ἵνα ποιήσω; Καὶ εἶπεν αὐτῷ· Οὐκ εἰσὶ πᾶσαι αἱ ἐργασίαι ἴσαι; ἡ Γραφὴ λέγει, ὅτι Ἀβραὰμ φιλόξενος ἦν, καὶ ὁ Θεὸς ἦν μετ' αὐτοῦ· καὶ Ἠλίας ἠγάπα τὴν ἡσυχίαν, καὶ ὁ Θεὸς ἦν μετ' αὐτοῦ· καὶ ὁ Δαβὶδ ταπεινὸς ἦν, καὶ ὁ Θεὸς ἦν μετ' αὐτοῦ. Ὃ οὖν θεωρεῖς τὴν ψυχήν σου θέλουσαν κατὰ Θεὸν, τοῦτο ποίησον καὶ φύλαξον τὴν καρδίαν σου.
γʹ. Ὁ ἀββᾶς Ἰωσὴφ λέγει τῷ ἀββᾷ Νισθερώῳ· Τί ποιήσω τῇ γλώσσῃ μου ὅτι οὐ δύναμαι κρατῆσαι αὐτῆς; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐὰν οὖν λαλήσῃς, ἔχεις ἀνάπαυσιν; Λέγει αὐτῷ· Οὐχί. Καὶ εἶπεν ὁ γέρων· Εἰ οὐκ ἔχεις ἀνάπαυσιν, διατί λαλεῖς; μᾶλλον σιώπα· καὶ ἐὰν συμβῇ ὁμιλία, πολλὰ ἄκουε μᾶλλον ἢ λάλει.
δʹ. Ἀδελφὸς εἶδε τὸν ἀββᾶν Νισθερῶον φοροῦντα δύο κολόβια, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων· Ἐὰν πτωχὸς ἔλθῃ, καὶ αἰτήσῃ σε ἱμάτιον, ποῖον δίδως αὐτῷ; Καὶ ἀποκριθεὶς εἶπε· Τὸ κάλλιον. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε, τί παρέχεις αὐτῷ; καὶ λέγει ὁ γέρων· Τὸ ἥμισυ τοῦ ἄλλου. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε, τί δίδως αὐτῷ; Ὁ δὲ ἔφη· Κόπτω καὶ τὸ λοιπὸν, καὶ δίδωμι αὐτῷ τὸ ἥμισυ, καὶ τὸ λοιπὸν ζώννυμαι. Καὶ πάλιν λέγει· Εἰ δὲ καὶ τοῦτο ζητήσῃ τις παρὰ σοῦ, τί ποιεῖς; Λέγει ὁ γέρων· Παρέχω αὐτῷ τὸ λοιπὸν, καὶ πορευθεὶς κάθημαι εἰς ἕνα τόπον, ἕως οὗ ὁ Θεὸς πέμψῃ καὶ σκεπάσῃ με· οὐ ζητῶ γὰρ παρ' ἄλλου τινός.
εʹ. Εἶπεν ὁ ἀββᾶς Νισθερῶος, ὅτι ὀφείλει ὁ μοναχὸς καθ' ἑσπέραν καὶ πρωΐας λόγον ποιεῖν, Τί ὧν θέλει ὁ Θεὸς ἐποιήσαμεν, καὶ τί ὧν οὐ θέλει οὐκ ἐποιήσαμεν; καὶ οὕτως τρακτεύοντες ἑαυτῶν τὴν πᾶσαν ζωήν. Οὕτως γὰρ ἔζησεν ὁ ἀββᾶς Ἀρσένιος. Σπούδαζε ἑκάστην ἡμέραν παρεστάναι τῷ Θεῷ χωρὶς ἁμαρτίας. Οὕτω προσεύχου τῷ Θεῷ, ὡς παρὼν παρόντι· καὶ γὰρ ἀληθῶς πάρεστι. Μὴ νομοθέτει ἑαυτόν· κρῖνε δὲ μηδένα. Μοναχοῦ ἀλλότριον ὑπάρχει τὸ ὀμνύειν, ἐπιορκεῖν, ψεύδεσθαι, καταρᾶσθαι, ὑβρίζειν, γελᾷν. Ὁ δὲ πλέον τῆς ἀξίας τιμώμενος ἢ ἐπαιρούμενος, πολὺ ζημιοῦται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου