Πέμπτη, 9 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Κρονίου.


Περὶ τοῦ ἀββᾶ Κρονίου.
αʹ. Ἀδελφὸς ἔφη τῷ ἀββᾷ Κρονίῳ· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ, ὅτι Ἐν τῷ ἐλθεῖν τὸν Ἐλισσαῖον πρὸς τὴν Σωμανῆτιν, εὗρεν αὐτὴν μὴ ἔχουσαν πρᾶγμα μετά τινος· συνέλαβεν οὖν, καὶ ἔτεκε διὰ τῆς παρουσίας Ἐλισσαίου. Λέγει δὲ αὐτῷ ὁ ἀδελφός· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Καὶ λέγει ὁ γέρων, ὅτι Ἡ ψυχὴ ἐὰν νήψῃ, καὶ συστείλῃ ἑαυτὴν ἀπὸ τοῦ περισπασμοῦ, καὶ καταλείψῃ τὰ θελήματα ἑαυτῆς, τότε τὸ Πνεῦμα τοῦ Θεοῦ παραβάλλει αὐτῇ· καὶ δύναται λοιπὸν γεννῆσαι, ἐπειδὴ στεῖρά ἐστιν.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Κρόνιον· Τί ποιήσω τῇ λήθῃ τῇ αἰχμαλωτιζούσῃ τὸν νοῦν μου, καὶ οὐκ ἐώσῃ με αἰσθάνεσθαι, μέχρι με ἐνέγκῃ κατ' αὐτῆς τῆς ἁμαρτίας; Καὶ λέγει ὁ γέρων· Ὅτε ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν διὰ τὴν κακὴν πρᾶξιν τῶν υἱῶν Ἰσραὴλ, ἔσυρον αὐτὴν ἕως οὗ ἤνεγκαν αὐτὴν εἰς τὸν οἶκον Δαγὼν τοῦ θεοῦ αὐτῶν· καὶ τότε ἔπεσεν ἐπὶ προσώπου αὐτοῦ. Καὶ λέγει ὁ ἀδελφός· Τί ἐστι τοῦτο; Ὁ δὲ γέρων εἶπεν, ὅτι Ἐὰν φθάσωσιν αἰχμαλωτίσαι τὸν νοῦν τοῦ ἀνθρώπου διὰ τῶν ἰδίων αὐτοῦ ἀφορμῶν, οὕτως ὑποσύρωσιν αὐτὸν, ἕως ἂν ἐνέγκωσιν αὐτὸν ἐπάνω τοῦ ἀοράτου πάθους. Ἐν ἐκείνῳ οὖν τῷ τόπῳ ἐὰν στραφῇ ὁ νοῦς, καὶ ζητήσῃ τὸν Θεὸν, καὶ μνημονεύσῃ τῆς αἰωνίου κρίσεως, εὐθὺς τὸ πάθος πίπτει καὶ ἀφανὲς γίνεται. Γέγραπται γάρ· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Κρόνιον· Ποίῳ τρόπῳ ἔρχεται
ἄνθρωπος εἰς ταπεινοφροσύνην; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Διὰ τοῦ φόβου τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ διὰ ποίου πράγματος ἔρχεται εἰς τὸν φόβον τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ κατ' ἐμὲ, ἵνα συστείλῃ ἑαυτὸν ἀπὸ παντὸς πράγματος, καὶ δώσει ἑαυτὸν εἰς κόπον σωματικὸν, καὶ ὅσην ἔχει ἰσχὺν, μνημονεύσῃ τῆς ἐκ τοῦ σώματος ἐξόδου, καὶ τῆς κρίσεως τοῦ Θεοῦ.
δʹ. Εἶπεν ὁ ἀββᾶς Κρόνιος, ὅτι Εἰ μὴ ἤγαγε Μωϋσῆς τὰ πρόβατα ὑπὸ τὸ ὄρος Σινᾶ, οὐκ ἂν ἔβλεπε τὸ πῦρ ἐν τῇ βάτῳ. Ἠρώτησεν ὁ ἀδελφὸς τὸν γέροντα· Εἰς τί λαμβάνεται ἡ βάτος; Καὶ λέγει αὐτῷ, ὅτι Ἡ βάτος λαμβάνεται εἰς τὴν σωματικὴν πρᾶξιν. Γέγραπται γὰρ, ὅτι Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Οὐκοῦν ἐκτὸς καμάτου σωματικοῦ οὐ προκόπτει ἄνθρωπος εἴς τινα τιμήν; Λέγει αὐτῷ ὁ γέρων· Τέως γέγραπται· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν. Καὶ πάλιν Δαβὶδ λέγει· Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν· καὶ τὰ ἑξῆς.
εʹ. Εἶπεν ὁ ἀββᾶς Κρόνιος, ὅτι Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἰωσὴφ ὁ τοῦ Πηλουσίου, ὅτι Καθημένου μου εἰς τὸ Σινᾶ, ἦν ἐκεῖ ἀδελφὸς καλὸς καὶ ἀσκητὴς, ἀλλὰ καὶ κατὰ τὸ σῶμα εὐειδής· καὶ ἤρχετο εἰς τὴν ἐκκλησίαν εἰς τὴν σύναξιν, φορῶν πολύῤῥαφον καὶ μικρὸν μαφόριον παλαιόν. Καὶ θεωρῶν αὐτὸν καθάπαξ οὔτως εἰς τὴν σύναξιν ἐρχόμενον, λέγω αὐτῷ· Ἀδελφὲ, οὐ βλέπεις τοὺς ἀδελφοὺς, πῶς εἰσιν ὡς ἄγγελοι εἰς τὴν σύναξιν ἐν τῇ ἐκκλησίᾳ; πῶς σὺ πάντοτε οὕτως ἔρχῃ ὧδε; Ὁ δὲ ἔφη· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι οὐκ ἔχω ἄλλα. Ἔλαβον οὖν αὐτὸν ἐν τῷ κελλίῳ μου, καὶ ἔδωκα αὐτῷ λεβίτωνα καὶ εἴ τι ἄλλο ἔχρῃζε· καὶ ἐφόρει λοιπὸν ὡς καὶ οἱ λοιποὶ ἀδελφοὶ, καὶ ἦν ἰδεῖν αὐτὸν ὡς ἄγγελον. Ἐγένετο δέ ποτε χρεία τοῖς Πατράσιν, ἀποστεῖλαι δέκα ἀδελφοὺς πρὸς τὸν βασιλέα διά τινα χρείαν· καὶ ἐψηφίσαντο καὶ αὐτὸν μετὰ τῶν ὑπαγόντων. Ὡς δὲ ἤκουσεν, ἔβαλε μετάνοιαν τοῖς Πατράσι, λέγων· Διὰ τὸν Κύριον συγχωρήσατέ μοι, ὅτι δοῦλός εἰμί τινος μεγάλου τῶν ἐκεῖ· καὶ ἐὰν γνωρίσῃ με, ἀποσχηματίζει με, καὶ φέρει πάλιν εἰς τὸ δουλεύειν αὐτῷ. Μετὰ οὖν τὸ πεισθῆναι τοὺς Πατέρας, καὶ ἀφεῖναι αὐτὸν, ἔμαθον ὕστερον παρά τινος ἀκριβῶς ἐπισταμένου αὐτὸν, ὅτι ὅτε ἦν ἐν τῷ κόσμῳ, ἔπαρχος πραιτωρίων ὑπῆρχε· καὶ ἵνα μὴ γνωσθῇ, καὶ ὄχλησιν εὕρῃ ἐκ τῶν ἀνθρώπων, τοῦτο προεφασίσατο. Τοσαύτη ἦν σπουδὴ τοῖς Πατράσι, φεύγειν τὴν δόξαν καὶ τὴν ἀνάπαυσιν τοῦ κόσμου τούτου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου