Σάββατο, 4 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ζαχαρίου


Περὶ τοῦ ἀββᾶ Ζαχαρίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ζαχαρίᾳ· Εἰπέ μοι τὸ ἔργον τοῦ μοναχοῦ. Λέγει αὐτῷ· Ἐμὲ ἐρωτᾷς, Πάτερ; Καὶ λέγει ὁ ἀββᾶς Μακάριος· Πληροφοροῦμαι εἰς σὲ, τέκνον Ζαχαρία. Ἔστι γὰρ ὁ νύσσων με τοῦ ἐρωτῆσαί σε. Λέγει αὐτῷ ὁ Ζαχαρίας· Τὸ κατ' ἐμὲ, Πάτερ, τὸ ἑαυτὸν βιάζεσθαι εἰς πάντα, οὗτός ἐστιν ὁ μοναχός.
βʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Μωσῆς ἀντλῆσαι ὕδωρ, καὶ εὗρε τὸν ἀββᾶν Ζαχαρίαν εὐχόμενον ἐπὶ τοῦ λάκκου, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ καθήμενον ἐπάνω αὐτοῦ.
γʹ. Εἶπέ ποτε ὁ ἀββᾶς Μωσῆς τῷ ἀδελφῷ Ζαχαρίᾳ· Εἰπέ μοι τί ποιήσω; Ἀκούσας δὲ ἔῤῥιψεν ἑαυτὸν χαμαὶ εἰς τοὺς πόδας αὐτοῦ, λέγων· Σύ με ἐρωτᾷς, Πάτερ; Λέγει αὐτῷ γέρων· Πίστευσόν μοι, τέκνον μου Ζαχαρία· εἶδον τὸ Πνεῦμα τὸ ἅγιον κατελθὸν ἐπὶ σὲ, καὶ ἐκ τούτου ἀναγκάζομαι ἐρωτῆσαί σε. Τότε λαβὼν ὁ Ζαχαρίας τὸ κουκούλιον αὐτοῦ ἐκ τῆς κεφαλῆς αὐτοῦ, ἔθηκεν ὑπὸ τοὺς πόδας, καὶ καταπατήσας αὐτὸ εἶπεν· Ἐὰν μὴ συντριβῇ οὕτως ἄνθρωπος, οὐ δύναται εἶναι μοναχός.
δʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Ζαχαρίου εἰς Σκῆτιν, ἦλθε θεωρία εἰς αὐτόν· καὶ ἀναστὰς ἀνήγγειλε τῷ ἀββᾷ αὐτοῦ Καρίωνι. Ὁ δὲ γέρων, πρακτικὸς ὢν, οὐχ ὑπῆρχεν ἀκριβὴς περὶ ταῦτα. Καὶ ἀναστὰς ἔδειρεν αὐτὸν, λέγων, ὅτι ἀπὸ δαιμόνων ἐστί. Παρέμεινε δὲ ὁ λογισμός. Καὶ ἀναστὰς ἀπῆλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, νυκτὸς, καὶ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα, καὶ πῶς καίεται τὰ ἐντὸς αὐτοῦ. Καὶ ἰδὼν ὁ γέρων ὅτι ἀπὸ Θεοῦ ἐστι, λέγει αὐτῷ· Ὕπαγε πρὸς τὸν δεῖνα τὸν γέροντα, καὶ εἴ τι δ' ἄν σοι εἴπῃ, ποίησον. Καὶ ἀπελθὼν πρὸς τὸν γέροντα, πρὶν ἐξετάσαι αὐτόν τι, προλαβὼν ὁ γέρων εἶπεν αὐτῷ πάντα, καὶ ὅτι ἡ θεωρία ἀπὸ Θεοῦ ἐστιν. Ἀλλ' ὕπαγε, ὑποτάγηθι τῷ Πατρί σου.
εʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἠρώτησεν ὁ ἀββᾶς Μωϋσῆς τὸν ἀββᾶν Ζαχαρίαν μέλλοντα τελευτᾷν· Τί ὁρᾷς; Καὶ λέγει αὐτῷ· Οὐ βέλτιον τὸ σιωπᾷν, Πάτερ; καὶ εἶπε· Ναὶ, τέκνον, σιώπα. Καὶ τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ, καθεζόμενος ὁ ἀββᾶς Ἰσίδωρος, ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Εὐφραίνου, τέκνον μου Ζαχαρία, ὅτι ἀνεῴχθησάν σοι αἱ πύλαι τῆς τῶν οὐρανῶν βασιλείας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου