Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ Αἰγυπτίου.


Περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ Αἰγυπτίου.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ Αἰγυπτίου, ὅτι ἔμεινε τριάκοντα ἔτη, μὴ ἐξερχόμενος ἐκ τοῦ κελλίου αὐτοῦ. Εἶχε δὲ ἔθος ὁ πρεσβύτερος ἔρχεσθαι, καὶ ποιεῖν αὐτῷ τὴν ἁγίαν προσφοράν. Ὁ δὲ διάβολος, θεωρήσας τὴν τοῦ ἀνδρὸς ἐνάρετον ὑπομονὴν, ἐπανουργεύσατο ἐν κατακρίσει πειράσαι αὐτόν· καὶ παρεσκεύασέ τινα πνευματιῶντα, πρὸς τὸν γέροντα προφάσει εὐχῆς ἀπελθεῖν. Ὁ δὲ πνευματιῶν πρὸ παντὸς λόγου προσεφώνει τῷ γέροντι· Ὁ πρεσβύτερός σου ἔχει ὀσμὴν ἁμαρτίας, μηκέτι αὐτὸν ἐάσῃς εἰσελθεῖν πρὸς σέ. Ὁ δὲ θεόπνευστος ἀνὴρ εἶπε πρὸς αὐτόν· Τέκνον, πάντες τὴν ἀκαθαρσίαν ἔξω βάλλουσι· σὺ δὲ πρὸς μὲ ἤνεγκας αὐτήν. Ἀλλὰ γέγραπται· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅμως εἰ καὶ ἁμαρτωλός ἐστιν, ὁ Κύριος σώσει αὐτόν. Γέγραπται γάρ· Εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ποιήσας εὐχὴν, ἐφυγάδευσε τὸν δαίμονα ἀπὸ τοῦ ἀνθρώπου, καὶ ἀπέλυσεν αὐτὸν ὑγιῆ. Ὡς δὲ ἦλθεν ὁ πρεσβύτερος κατὰ τὸ εἰωθὸς, ὑπεδέξατο αὐτὸν ὁ γέρων μετὰ χαρᾶς. Ὁ δὲ ἀγαθὸς Θεὸς, ἰδὼν τὴν ἀκακίαν τοῦ γέροντος, ἔδειξεν αὐτῷ σημεῖον. Μέλλοντος γὰρ τοῦ κληρικοῦ στῆναι ἔμπροσθεν τῆς ἁγίας τραπέζης, καθὼς ὁ γέρων διηγήσατο, ὅτι Εἶδον ἄγγελον Κυρίου ἐκ τοῦ οὐρανοῦ κατερχόμενον, καὶ ἔθηκε τὴν χεῖρα αὐτοῦ εἰς τὴν κεφαλὴν τοῦ κληρικοῦ, καὶ ἐγένετο ὁ κληρικὸς ὡς στύλος πυρός. Ἐμοῦ δὲ θαυμάσαντος ἐπὶ τῇ ὁράσει, ἤκουσα φωνῆς λεγούσης πρὸς μέ· Ἄνθρωπε, τί τεθαύμακας ἐπὶ τῷ πράγματι τούτῳ; Εἰ γὰρ βασιλεὺς ἐπίγειος οὐ μὴ ἐάσῃ τοὺς μεγιστᾶνας αὐτοῦ ῥυπαροὺς στῆναι ἕμπροσθεν αὐτοῦ, ἐὰν μὴ μετὰ δόξης πολλῆς· πόσῳ μᾶλλον ἡ θεία δύναμις· οὐ καθαρίσει τοὺς λειτουργοὺς τῶν ἁγίων μυστηρίων, στήκοντας ἔμπροσθεν τῆς οὐρανίου δόξης; Ὁ δὲ γενναῖος καὶ ἀθλητὴς τοῦ Χριστοῦ Μάρκος ὁ Αἰγύπτιος, μέγας γενόμενος, κατηξιώθη τοῦ χαρίσματος τούτου, ὅτι οὐ κατέκρινε τὸν κληρικόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου