Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ Θηβαίου


Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ Θηβαίου.
αʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἰσαὰκ ὁ Θηβαῖος εἰς κοινόβιον, καὶ εἶδεν ἀδελφὸν σφαλέντα, καὶ κατέκρινεν αὐτόν. Ὡς δὲ ἐξῆλθεν εἰς τὴν ἔρημον, ἦλθεν ἄγγελος Κυρίου, καὶ ἔστη ἔμπροσθεν τῆς θύρας τοῦ κελλίου αὐτοῦ, λέγων· Οὐκ ἀφῶ σε εἰσελθεῖν. Ὁ δὲ παρεκάλει, λέγων· Τί ἐστι τὸ πρᾶγμα; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ὁ Θεὸς ἀπέστειλέ με, λέγων· Εἰπὲ αὐτῷ, Ποῦ κελεύεις βάλω τὸν σφαλέντα ἀδελφὸν ὃν ἔκρινας; Καὶ εὐθέως μετενόησε, λέγων· Ἡμάρτηκα, συγχώρησόν μοι. Καὶ εἶπεν ὁ ἄγγελος· Ἐγείρου, συνεχώρησέ σοι ὁ Θεός. Φύλαξαι δὲ τοῦ λοιποῦ μὴ κρῖναί τινα πρὶν ἢ ὁ Θεὸς κρίνῃ αὐτόν.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀπολλὼ, ὅτι εἶχε μαθητὴν ὀνόματι Ἰσαὰκ, πεπαιδευμένον εἰς ἄκρον πρὸς πᾶν ἔργον ἀγαθόν· καὶ ἐκτήσατο τὴν τῆς ἁγίας προσφορᾶς ἡσυχίαν. Καὶ ὅταν ἐξήρχετο εἰς τὴν ἐκκλησίαν, οὐ συνεχώρει τινὰς ἐλθεῖν εἰς συντυχίαν ἑαυτοῦ. Ἦν γὰρ ὁ λόγος αὐτοῦ οὗτος, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν· Καιρὸς γὰρ τῷ παντὶ πράγματι. Καὶ ὅταν ἀπέλυεν ἡ σύναξις, ὡς ἀπὸ πυρὸς ἦν διωκόμενος, ζητῶν καταλαβεῖν τὸ κελλίον ἑαυτοῦ. Πολλάκις δὲ ἐδίδοτο τοῖς ἀδελφοῖς ἀπὸ συνάξεως, παξαμάτης καὶ ποτήριον οἵνου· αὐτὸς δὲ οὐκ ἐλάμβανεν· οὐκ ἀπωθούμενος τὴν εὐλογίαν τῶν ἀδελφῶν, ἀλλὰ τὴν τῆς συνάξεως ἐπικρατῶν ἡσυχίαν. Ἐγένετο δὲ αὐτὸν ἐν ἀῤῥωστίᾳ κατακεῖσθαι· καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ἦλθον τοῦ ἐπισκέψασθαι αὐτόν. Καθεζόμενοι δὲ οἱ ἀδελφοὶ ἠρώτησαν αὐτὸν, λέγοντες· Ἀββᾶ Ἰσαὰκ, διατί ἀπὸ συνάξεως φεύγεις τοὺς ἀδελφούς; Καὶ εἶπε πρὸς αὐτοὺς, ὅτι Τοὺς ἀδελφοὺς οὐ φεύγω, ἀλλὰ τὴν τῶν δαιμόνων κακοτεχνίαν. Καὶ γὰρ ἐάν τις κατέχῃ λαμπάδιον φωτὸς, καὶ βραδύνῃ εἰς τὸν ἀέρα ἱστάμενος, σβέννυται ἀπ' αὐτοῦ. Οὕτως καὶ ἡμεῖς φωτιζόμενοι ὑπὸ τῆς ἁγίας προσφορᾶς, ἐὰν βραδύνωμεν ἔξω τοῦ κελλίου, σκοτίζεται ἡμῶν ὁ νοῦς. Αὕτη ἡ πολιτεία τοῦ ὁσίου ἀββᾶ Ἰσαάκ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου