Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Φίλικα.


Περὶ τοῦ ἀββᾶ Φίλικα.
Παρέβαλον ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Φίλικα, ἔχοντες μεθ' ἑαυτῶν κοσμικούς· καὶ παρεκάλεσαν αὐτὸν, ἵνα εἴπῃ αὐτοῖς λόγον. Ὁ δὲ γέρων ἐσιώπα. Ἐπὶ πολὺ δὲ παρακαλούντων αὐτῶν, εἶπεν αὐτοῖς· Λόγον θέλετε ἀκοῦσαι; Λέγουσιν αὐτῷ· Ναὶ, ἀββᾶ. Εἶπεν οὖν ὁ γέρων· Ἄρτι οὐκ ἔνι λόγος. Ὅτε ἠρώτων οἱ ἀδελφοὶ τοὺς γέροντας, καὶ ἐποίουν ἃ ἔλεγον αὐτοῖς, ὁ Θεὸς ἐπεχορήγει τὸ πῶς λαλῆσαι. Νῦν δὲ, ἐπειδὴ ἐρωτῶσι μὲν, οὐ ποιοῦσι δὲ ἃ ἀκούουσιν, ἦρεν ὁ Θεὸς τὴν χάριν τοῦ λόγου ἀπὸ τῶν γερόντων· καὶ οὐχ εὑρίσκουσι τι λαλῆσαι. ἐπειδὴ οὐκ ἔστιν ὁ ἐργαζόμενος. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ταῦτα, ἐστέναξαν, λέγοντες· Εὖξαι ὑπὲρ ἡμῶν, ἀββᾶ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου