Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Κολοβοῦ.


Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Κολοβοῦ.
αʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι ἀναχωρήσας πρὸς Θηβαῖον γέροντα εἰς Σκῆτιν, ἐκάθητο ἐν τῇ ἐρήμῳ. Λαβὼν δὲ ὁ ἀββᾶς αὐτοῦ ξύλον ξηρὸν, ἐφύτευσε καὶ εἶπεν αὐτῷ· Καθ' ἡμέραν πότιζε τοῦτο λαγύνιον ὕδατος, ἕως καρπὸν ποιήσει. Ἦν δὲ μακρὰν ἀπ' αὐτῶν τὸ ὕδωρ, ὡς ἀπὸ ὀψὲ ἀπελθεῖν καὶ ἐλθεῖν πρωΐ. Μετὰ δὲ τρία ἔτη, ἔζησε καὶ καρπὸν ἐποίησε· καὶ λαβὼν ὁ γέρων τὸν καρπὸν αὐτοῦ, ἤνεγκεν εἰς τὴν ἐκκλησίαν, λέγων τοῖς ἀδελφοῖς· Λάβετε, φάγετε καρπὸν ὑπακοῆς.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι εἶπέ ποτε τῷ ἀδελφῷ αὐτοῦ τῷ μειζοτέρῳ· Ἤθελον ἀμέριμνος εἶναι, ὡς οἱ ἄγγελοι ἀμέριμνοί εἰσι, μηδὲν ἐργαζόμενοι, ἀλλ' ἀδιαλείπτως λατρεύοντες τῷ Θεῷ. Καὶ ἀποδυσάμενος τὸ ἱμάτιον, ἐξῆλθεν εἰς τὴν ἔρημον· καὶ ποιήσας ἐβδομάδα μίαν, ἀνέκαμψε πρὸς τὸν ἀδελφὸν αὐτοῦ. Καὶ ὡς ἔκρουσε τὴν θύραν, ὑπήκουσεν αὐτῷ πρὶν ἀνοίξει, λέγων· Σὺ τίς εἶ; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰωάννης
ὁ ἀδελφός σου. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἰωάννης γέγονεν ἄγγελος, καὶ οὐκ ἔτι ἐν ἀνθρώποις ἐστίν. Ὁ δὲ παρεκάλει, λέγων· Ἐγώ εἰμι. Καὶ οὐκ ἤνοιξεν αὐτῷ, ἀλλ' ἀφῆκεν αὐτὸν ἕως πρωῒ θλίβεσθαι· ὕστερον δὲ ἀνοίξας αὐτῷ, λέγει· Ἄνθρωπος εἶ, χρείαν ἔχεις πάλιν ἐργάζεσθαι ἵνα τραφῇς. Καὶ ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβὸς, ὅτι ἐὰν θελήσῃ βασιλεὺς πόλιν παραλαβεῖν ἐχθρῶν, τὸ ὕδωρ πρῶτον κρατεῖ καὶ τὴν τροφὴν, καὶ οὕτως οἱ ἐχθροὶ ἐκ τοῦ λιμοῦ ἀπολλύμενοι ὑποτάσσονται αὐτῷ. Οὕτως καὶ τὰ πάθη τῆς σαρκός· ἐὰν ἐν νηστείᾳ καὶ λιμῷ πολιτεύσηται ἄνθρωπος, οἱ ἐχθροὶ ἐξασθενοῦσι ἀπὸ τῆς ψυχῆς αὐτοῦ.
δʹ. Εἶπε πάλιν, ὅτι ὁ χορταζόμενος καὶ λαλῶν μετὰ παιδίου, ἤδη ἐπόρνευσε τῷ λογισμῷ μετ' αὐτοῦ.
εʹ. Εἶπε πάλιν, ὅτι Ἀνερχόμενός ποτε τὴν ὁδὸν τῆς Σκήτεως μετὰ τῆς σειρᾶς, εἶδον τὸν καμηλίτην λαλοῦντα, καὶ κινοῦντά με εἰς ὀργήν· καὶ ἐάσας τὰ σκεύη, ἔφυγον.
ϛʹ. Ἄλλοτε πάλιν εἰς τὸ θέρος, ἤκουσεν ἀδελφοῦ λαλοῦντος τῷ πλησίον μετ' ὀργῆς, καὶ λέγοντος, Αἶ, καὶ σύ; Καὶ ἐάσας τὸν θερισμὸν, ἔφυγεν.
ζʹ. Εὐκαίρησάν τινες γέροντες εἰς Σκῆτιν ἐσθίοντες μετ' ἀλλήλων· ἦν δὲ μετ' αὐτῶν καὶ ὁ ἀββᾶς Ἰωάννης. Καὶ ἀνέστη τις πρεσβύτερος μέγας δοῦναι τὸ καυκάλιον τοῦ νεροῦ· καὶ οὐδεὶς κατεδέξατο λαβεῖν αὐτὸ παρ' αὐτοῦ, εἰ μὴ μόνος Ἰωάννης ὁ κολοβός. Ἐθαύμασαν οὖν, καὶ εἶπον αὐτῷ· Πῶς σὺ μικρότερος ὅλως ὢν, ἐτόλμησας ὑπηρετηθῆναι παρὰ τοῦ πρεσβυτέρου; Καὶ λέγει αὐτοῖς· Ἐγὼ ὅτε ἐγείρομαι δοῦναι τὸ βαυκάλιον, χαίρω ἐὰν πάντες λάβωσιν, ἵνα ἔχω μισθόν· κἀγὼ οὖν διὰ τοῦτο ἐδεξάμην, ἵνα ποιήσω αὐτῷ μισθόν· μήπως λυπηθῇ, ὡς μηδενὸς δεξαμένου παρ' αὐτοῦ. Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἐθαύμασαν, καὶ ὠφελήθησαν ἐπὶ τῇ διακρίσει αὐτοῦ.
ηʹ. Καθημένου αὐτοῦ ποτε ἔμπροσθεν τῆς ἐκκλησίας, ἐκύκλωσαν αὐτὸν οἱ ἀδελφοὶ, καὶ ἐξήταζον αὐτὸν τοὺς λογισμοὺς αὐτῶν. Καὶ ἰδών τις τῶν γερόντων, καὶ πολεμηθεὶς εἰς φθόνον, λέγει αὐτῷ· Τὸ βαυκάλιόν σου, Ἰωάννη, φάρμακον γέμει. Λέγει αὐτῶ ὁ ἀββᾶς Ἰωάννης· Οὕτως ἐστὶν, ἀββᾶ· καὶ τοῦτο εἶπας, ὅτι τὰ ἔξω βλέπεις μόνον· εἰ δὲ ἔβλεπες τὰ ἔσω, τί εἶχες εἰπεῖν;
θʹ. Ἔλεγον οἱ Πατέρες, ὅτι ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν ἐν ἀγάπῃ, ἐγέλασεν εἷς ἀδελφὸς ἐπὶ τῆς τραπέζης. Καὶ ἰδὼν αὐτὸν ὁ ἀββᾶς Ἰωάννης, ἔκλαυσε, λέγων· Τί ἄρα ἔχει ὁ ἀδελφὸς οὗτος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ἐγέλασεν, ὀφείλων μᾶλλον κλαῦσαι, ὅτι ἀγάπην ἐσθίει;
ιʹ. Ἦλθόν ποτέ τινες τῶν ἀδελφῶν πειράσαι αὐτόν· ὅτι οὐκ ἤφιε τὸν λογισμὸν αὐτοῦ ῥεμβασθῆναι, οὐδὲ ἐλάλει πρᾶγμα τοῦ αἰῶνος τούτου· καὶ λέγουσιν αὐτῷ· Εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι ἔβρεξεν ἐπ' ἔτος πολλὰ, καὶ ἔπιον οἱ φοίνικες, καὶ ἐκβάλλουσι λευκάδας, καὶ εὑρίσκουσιν οἱ ἀδελφοὶ τὸ ἐργόχειρον αὐτῶν. Λέγει αὐτοῖς ὁ ἀββᾶς Ἰωάννης· Οὕτως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὅταν καταβῇ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, ἀνανεοῦνται, καὶ ἐκβάλλουσι λευκάδας ἐν τῷ φόβῳ τοῦ Θεοῦ.
ιαʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ἔπλεξέ ποτε σειρὰν δύο σπυρίδων, καὶ ἔῤῥαψεν αὐτὴν μίαν σπυρίδα, καὶ οὐκ ἐνόησεν, ἕως προσήγγισε τῷ τοίχῳ. Ἦν γὰρ ὁ λογισμὸς αὐτοῦ σχολάζων τῇ θεωρίᾳ.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι Ὅμοιός εἰμι ἀνθρώπῳ καθημένῳ ὑποκάτω δένδρου μεγάλου, καὶ θεωροῦντι θηρία πολλὰ καὶ ἑρπετὰ ἐρχόμενα πρὸς αὐτόν· καὶ ὅταν μὴ δυνηθῇ στῆναι κατ' αὐτῶν, τρέχει ἄνω εἰς τὸ δένδρον, καὶ σώζεται. Οὕτως κἀγώ· καθέζομαι ἐν τῷ κελλίῳ μου, καὶ θεωρῶ τοὺς πονηροὺς λογισμοὺς ἐπάνω μου· καὶ ὅτε μὴ ἰσχύσω πρὸς αὐτοὺς, καταφεύγω πρὸς τὸν Θεὸν διὰ τῆς προσευχῆς, καὶ σώζομαι ἐκ τοῦ ἐχθροῦ.
ιγʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι παρεκάλεσε τὸν Θεὸν, καὶ ἤρθη τὰ πάθη ἀπ' αὐτοῦ, καὶ γέγονεν ἀμέριμνος. Καὶ ἀπελθὼν, εἶπέ τινι γέροντι· Ὁρῶ ἐμαυτὸν ἀναπαυόμενον, καὶ μηδένα πόλεμον ἔχοντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, παρακάλεσον τὸν Θεὸν, ὥστε τὸν πόλεμόν σοι ἐλθεῖν, καὶ ἣν εἶχες πρότερον συντριβὴν καὶ ταπείνωσιν· διὰ γὰρ τῶν πολέμων προκόπτει ἡ ψυχή. Παρεκάλεσεν οὖν, καὶ ἐλθόντος τοῦ πολέμου, οὐκ ἔτι εὔξατο ἀρθῆναι αὐτὸν ἀπ' αὐτοῦ, ἀλλ' ἔλεγε· Δός μοι, Κύριε, ὑπομονὴν ἐν τοῖς πολέμοις.
ιδʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι εἶδέ τις τῶν γερόντων ἐν ἐκστάσει· Καὶ ἰδοὺ τρεῖς μοναχοὶ ἕστηκαν πέραν τῆς θαλάσσης· καὶ ἐγένετο φωνὴ πρὸς αὐτοὺς ἐκ τοῦ ἄλλου πέραν, λέγουσα· Λάβετε πτερὰ πυρὸς, καὶ δεῦτε πρὸς μέ. Καὶ οἱ μὲν δύο ἔλαβον, καὶ ἐπετάσθησαν εἰς τὸ ἄλλο πέραν· ὁ δὲ ἄλλος ἔμεινε, καὶ ἔκλαιε σφόδρα καὶ ἔκραζεν. Ὕστερον δὲ ἐδόθησαν καὶ αὐτῷ πτερὰ, οὐ μέντοι πυρὸς, ἀλλ' ἀσθενῆ καὶ ἀδύναμα· καὶ μετὰ καμάτου καταποντιζόμενος καὶ ἀνιστάμενος, μετὰ θλίψεως πολλῆς ἦλθεν εἰς τὸ πέραν. Οὕτως καὶ ἡ γενεὰ αὕτη, εἰ καὶ λαμβάνει πτερὰ, οὐ μέντοι πυρὸς, ἀλλὰ μόλις ἀσθενῆ καὶ ἀδύναμα λαμβάνει.
ιεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἰωάννην, λέγων· Πῶς ἡ ψυχή μου ἔχουσα τραύματα, οὐκ αἰσχύνεται καταλαλεῖν τοῦ πλησίον; Λέγει αὐτῷ ὁ γέρων παραβολὴν διὰ τὴν καταλαλιάν· Ἄνθρωπός τις ἦν πτωχὸς, καὶ εἶχε γυναῖκα· εἶδε δὲ καὶ ἄλλην πειθανὴν, καὶ ἔλαβε ταύτην· ἦσαν δὲ ἀμφότεραι γυμναί. Γενομένης δὲ πανηγύρεως ἐν τινὶ τόπῳ, παρεκάλεσαν αὐτὸν λέγουσαι· Ἆρον ἡμᾶς μετὰ σοῦ. Καὶ λαβὼν τὰς δύο, ἔβαλεν εἰς πίθον· καὶ ἐμβὰς εἰς πλοῖον, ἦλθεν εἰς τὸν τόπον. Ὅτε δὲ γέγονε καῦμα, καὶ ἡσύχασαν οἱ ἄνθρωποι, ἀναβλέψασα ἡ μία, καὶ μηδένα ἰδοῦσα, ἐξεπήδησεν εἰς τὴν κοπρίαν, καὶ συνάξασα παλαιὰ ῥάκη, ἐποίησεν ἑαυτῇ περίζωμα, καὶ λοιπὸν μετὰ παῤῥησίας περιεπάτει. Ἡ δὲ ἄλλη ἔσω καθημένη γυμνὴ, ἔλεγεν· Ἰδοὺ αὕτη ἡ πόρνη οὐκ αἰσχύνεται περιπατοῦσα γυμνή. Διαπονηθεὶς δὲ ὁ ἀνὴρ αὐτῆς εἶπεν· Ὦ θαῦμα· αὕτη κἂν σκέπει τὴν ἀσχημοσύνην αὐτῆς· σὺ δὲ ὅλη γυμνὴ εἶ, καὶ ταῦτα οὐκ αἰσχύνῃ λαλοῦσα; Οὕτως ἐστὶ καὶ τὸ τῆς καταλαλιᾶς.
ιϛʹ. Ἔλεγε δὲ πάλιν τῷ ἀδελφῷ ὁ γέρων περὶ τῆς ψυχῆς τῆς θελούσης μετανοῆσαι· Πόρνη ἦν ὡραῖα ἐν τινὶ πόλει, καὶ πολλοὺς φίλους εἶχεν. Ἐλθὼν δὲ πρὸς αὐτὴν εἷς ἄρχων, εἶπεν αὐτῇ· Σύνθου μοι σωφρονεῖν, κἀγώ σε λαμβάνω εἰς γυναῖκα. Ἡ δὲ συνέθετο αὐτῷ. Καὶ λαβὼν αὐτὴν ἀπήγαγεν εἰς τὸν οἶκον αὐτοῦ. Οἱ δὲ φίλοι αὐτῆς, ζητοῦντες αὐτὴν, ἔλεγον· Ὁ δεῖνα ὁ ἄρχων ἔλαβεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ· ἐὰν οὖν ἀπέλθωμεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ μάθῃ, τιμωρεῖται ἡμᾶς. Ἀλλὰ δεῦτε ὀπίσω τῆς οἰκίας, καὶ συρίσωμεν αὐτῇ· καὶ γνωρίζουσα τὴν φωνὴν τοῦ συριγμοῦ, καταβαίνει πρὸς ἡμᾶς, καὶ ἡμεῖς ἀναίτιοι εὑρισκόμεθα. Ἀκούσασα οὖν τοῦ συριγμοῦ, ἐσφράγισε τὰ ὦτα αὐτῆς, καὶ εἰσεπήδησεν εἰς τὸν ἐνδότερον κοιτῶνα, καὶ ἔκλεισε τὰς θύρας. Ἔλεγε δὲ, τὴν πόρνην εἶναι τὴν ψυχήν· οἱ δὲ φίλοι αὐτῆς εἰσι τὰ πάθη καὶ οἱ ἄνθρωποι· ὁ δὲ ἄρχων ἐστὶν ὁ Χριστός· ἡ δὲ οἰκία ἡ ἐσωτέρα ἐστὶν ἡ αἰωνία μονή. Οἱ δὲ συρίζοντες αὐτῇ εἰσιν οἱ πονηροὶ δαίμονες· αὐτὴ δὲ διαπαντὸς φεύγει πρὸς τὸ Κύριον.
ιζʹ. Ἀναβαίνοντός ποτε τοῦ ἀββᾶ Ἰωάννου ἀπὸ Σκήτεως μετ' ἄλλων ἀδελφῶν, ἐπλανήθη ὁ ὁδηγῶν αὐτούς· ἦν γὰρ νύξ. Καὶ λέγουσιν οἱ ἀδελφοὶ τῷ ἀββᾶ Ἰωάννῃ· Τί ποιήσομεν, ἀββᾶ, ὅτι ἐπλανήθη ὁ ἀδελφὸς τὴν ὁδὸν, μήπως ἀποθάνωμεν πλανώμενοι; Λέγει αὐτοῖς ὁ γέρων· Ἐὰν εἴπωμεν αὐτῷ, λυπεῖται καὶ αἰσχύνεται. Ἀλλ' ἰδοὺ ποιῶ ἐμαυτὸν ἀσθενοῦντα, καὶ λέγω, Οὐ δύναμαι ὁδεῦσαι, ἀλλὰ μένω ὧδε ἕως πρωΐ. Καὶ ἐποίησεν οὕτως. Οἱ δὲ λοιποὶ εἶπον· Οὐδὲ ἡμεῖς ὑπάγομεν, ἀλλὰ καθήμεθα μετὰ σοῦ. Καὶ ἐκάθισαν ἕως πρωΐ· καὶ τὸν ἀδελφὸν οὐκ ἐσκανδάλισαν.
ιηʹ. Γέρων τις ἦν ἐν Σκήτει, πονικὸς μὲν ἐν τῷ σωματικῷ, οὐκ ἀκριβὴς δὲ ἐν τοῖς λογισμοῖς. Ἀπῆλθεν οὖν πρὸς τὸν ἀββᾶν Ἰωάννην, ἐρωτῆσαι αὐτὸν περὶ τῆς λήθης· καὶ ἀκούσας παρ' αὐτοῦ λόγον, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ, καὶ ἐπελάθετο ὃ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ἰωάννης. Καὶ ἀπῆλθε πάλιν ἐρωτῆσαι αὐτόν· ἀκούσας δὲ παρ' αὐτοῦ ὁμοίως τὸν λόγον, ὑπέστρεψεν. Ὡς δὲ ἔφθασε τὸ ἴδιον κελλίον πάλιν ἐπελάθετο, καὶ οὕτω δὲ πλειστάκις ἀπερχόμενος, ἐν τῷ ὑποστρέφειν κατακυριεύετο ὑπὸ τῆς λήθης. Μετὰ δὲ ταῦτα ἀπαντήσας τῷ γέροντι, εἶπεν· Οἶδας, ἀββᾶ, ὅτι ἐπελαθόμην πάλιν ὅ μοι εἴρηκας; ἀλλ' ἵνα μὴ ὀχλήσω σοι, οὐκ ἦλθον. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἰωάννης· Ὕπαγε, ἅψον λύχνον. Καὶ ἧψεν. Εἶπε καὶ αὐτῷ πάλιν· Φέρε ἄλλους λύχνους, καὶ ἅψον ἐξ αὐτοῦ. Ἐποίησε δὲ ὁμοίως. Καὶ εἶπεν ἀββᾶς Ἰωάννης τῷ γέροντι· Μή τί ποτε ἐβλάβη ὁ λύχνος, ὅτι ἀνήψας ἐξ αὐτοῦ τοὺς ἄλλους λύχνους; Λέγει· Οὐχί. Εἶπε δὲ ὁ γέρων· Οὕτως οὐδὲ Ἰωάννης· ἐὰν ἡ Σκῆτις ἔρχηται πρὸς μὲ ὅλη, οὐ μή με ἐμποδίσει ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Τοίνυν, ὅτε θέλεις, ἔρχου, μηδὲν διακρινόμενος. Καὶ οὕτω δι' ὑπομονῆς ἀμφοτέρων, ἦρε τὴν λήθην ὁ Θεὸς ἀπὸ τοῦ γέροντος. Αὕτη δὲ ἦν ἐργασία τῶν Σκητιωτῶν, διδόναι προθυμίαν τοῖς πολεμουμένοις· καὶ βιαζομένου ἑαυτοὺς εἰς τὸ κερδῆσαι ἀλλήλους εἰς τὸ ἀγαθόν.
ιθʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ἰωάννην, λέγων· Τί ποιήσω; ὅτι πολλάκις ἔρχεται ἀδελφὸς λαβεῖν με εἰς ἔργον, καὶ ἐγὼ ταλαίπωρός εἰμι καὶ ἀσθενὴς, καὶ κοπιῶ εἰς τὸ πρᾶγμα· τί οὖν ποιήσω διὰ τὴν ἐντολήν; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Χάλεβ εἶπε τῷ Ἰησοῦ υἱῷ Ναυῆ· Τεσσαράκοντα ἐτῶν ἤμην, ὅτε ἀπέστειλε Μωϋσῆς ὁ δοῦλος Κυρίου ἐκ τῆς ἐρήμου ἐμὲ καὶ σὲ εἰς τὴν γῆν ταύτην· καὶ νῦν εἰμι ἐτῶν ὀγδοήκοντα πέντε. Ὡς τότε ἤμην, καὶ νῦν ἰσχύω εἰσελθεῖν καὶ ἐξελθεῖν εἰς τὸν πόλεμον· ὥστε οὖν καὶ σὺ, εἰ δύνασαι ἵνα ὡς ἐξέρχῃ οὕτως καὶ εἰσέρχῃ, ὕπαγε· εἰ δὲ οὐ δύνασαι οὕτως ποιῆσαι, κάθου εἰς τὸ κελλίον σου κλαίων τὰς ἁμαρτίας σου· καὶ ἐὰν εὑρῶσί σε πενθοῦντα, οὐκ ἀναγκάζουσί σε ἐξελθεῖν.
κʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Τίς πέπρακε τὸν Ἰωσήφ; Καὶ ἀπεκρίθη τις ἀδελφὸς, λέγων· Οἱ ἀδελφοὶ αὐτοῦ. Λέγει αὐτῷ ὁ γέρων· Οὐχί· ἀλλ' ἡ ταπείνωσις αὐτοῦ πέπρακεν αὐτόν. Ἠδύνατο γὰρ εἰπεῖν, ὅτι Ἀδελφὸς αὐτῶν εἰμι, καὶ ἀντιλέξαι· ἀλλὰ σιωπῶν, τῇ ταπεινώσει ἑαυτὸν πέπρακε· καὶ ἡ ταπείνωσις κατέστησεν αὐτὸν ἡγούμενον εἰς Αἴγυπτον.
καʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Τὸ ἐλαφρὸν φορτίον ἐάσαντες, τουτέστι τὸ ἑαυτοὺς μέμφεσθαι, τὸ βαρὺ ἐβαστάσαμεν, τουτέστι τὸ δικαιοῦν ἑαυτούς.
κβʹ. Ὁ αὐτὸς εἶπεν· Ἡ ταπεινοφροσύνη καὶ ὁ φόβος τοῦ Θεοῦ, ὑπεράνω εἰσὶ πασῶν τῶν ἀρετῶν.
κγʹ. Ὁ αὐτὸς ἐκάθητό ποτε εἰς τὴν ἐκκλησίαν, καὶ ἐστέναξεν, ἀγνοῶν ὅτι ἐστί τις ὄπισθεν αὐτοῦ. Γνοὺς οὖν, ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ· οὔπω γὰρ κατηχήθην.
κδʹ. Ὁ αὐτὸς ἔλεγε τῷ μαθητῇ αὐτοῦ· Τιμήσωμεν τὸν ἕνα, καὶ πάντες τιμῶσιν ἡμᾶς· ἐὰν δὲ καταφρονήσωμεν τοῦ ἑνὸς, ὅς ἐστι Θεὸς, καταφρονοῦσιν ἡμῶν πάντες, καὶ εἰς ἀπώλειαν ὑπάγομεν.
κεʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι ἦλθεν εἰς τὴν ἐκκλησίαν εἰς Σκῆτιν· καὶ ἀκούσας ἀντιλογίας τινῶν ἀδελφῶν, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ· καὶ κυκλεύσας αὐτὴν τρίτον, οὕτως εἰσῆλθεν. Ἀδελφοὶ δέ τινες ἰδόντες αὐτὸν, ἠπόρησαν διατί τοῦτο ἐποίησε, καὶ ἐλθόντες ἠρώτων αὐτόν. Ὁ δὲ λέγει αὐτοῖς· Τὰ ὦτά μου εἶχον ἀπὸ τῆς ἀντιλογίας μεστά· ἐκύκλωσα οὖν, ἵνα καθαρίσω αὐτὰ, καὶ οὕτως εἰσέλθω ἐν ἡσυχίᾳ τοῦ νοός μου εἰς τὸ κελλίον μου.
κϛʹ. Ἦλθέ ποτε ἀδελφὸς εἰς τὴν κέλλαν τοῦ ἀββᾶ Ἰωάννου ὀψὲ, σπουδάζων ἀπελθεῖν· καὶ λαλούντων αὐτῶν περὶ ἀρετῶν, γέγονε πρωῒ, καὶ οὐκ ἔγνωσαν. Καὶ ἐξῆλθε προπέμψαι αὐτόν· καὶ ἔμειναν λαλοῦντες ἕως ἕκτης ὥρας. Καὶ εἰσήνεγκεν· καὶ γευσάμενος, οὕτως ἀπῆλθεν.
κζʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι φυλακή ἐστι, τὸ καθίσαι ἐν τῷ κελλίῳ, καὶ μνημονεύειν τοῦ Θεοῦ πάντοτε. Καὶ τοῦτό ἐστι τὸ, Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ.
κηʹ. Εἶπε πάλιν· Τίς ἰσχυρὸς ὡς ὁ λέων; καὶ διὰ τὴν κοιλίαν αὐτοῦ ἐμπίπτει εἰς παγίδα, καὶ ὅλη ἡ ἰσχὺς αὐτοῦ ταπεινοῦται.
κθʹ. Ἔλεγε πάλιν, ὅτι ἐσθίοντες οἱ Πατέρες τῆς Σκήτεως ἄρτον καὶ ἅλας, ἕλεγον· Μὴ ἀναγκάσωμεν ἑαυτοὺς εἰς ἅλας καὶ ἄρτον. Καὶ οὕτως ἰσχυροὶ ἦσαν πρὸς τὸ ἔργον τοῦ Θεοῦ.
λʹ. Ἦλθεν ἀδελφός τις λαβεῖν σπυρίδας παρὰ τοῦ ἀββᾶ Ἰωάννου. Καὶ ἐξελθὼν λέγει αὐτῷ· Τί θέλεις, ἀδελφέ; Ὁ δὲ εἶπε· Σπυρίδας, ἀββᾶ. Εἰσελθὼν δὲ ἐκβαλεῖν, ἐπελάθετο· καὶ ἐκάθισε ῥάπτων. Πάλιν ἔκρουσε· καὶ ὡς ἐξῆλθε, λέγει αὐτῷ· Φέρε τὴν σπυρίδα, ἀββᾶ. Εἰσελθὼν δὲ πάλιν ἐκάθισε ῥάπτειν. Καὶ πάλιν ἐκεῖνος ἔκρουσε. Καὶ ἐξελθὼν λέγει αὐτῷ· Τί θέλεις, ἀδελφέ; Ὁ δὲ εἶπε· Τὴν σπυρίδα, ἀββᾶ. Καὶ κρατήσας αὐτοῦ τὴν χεῖρα, εἰσήνεγκεν αὐτὸν ἔσω, λέγων· Εἰ σπυρίδας θέλεις, λάβε καὶ περιπάτει· ἐγὼ γὰρ οὐ σχολάζω.
λαʹ. Ἦλθέ ποτε καμηλίτης, ἵνα λάβῃ τὰ σκεύη αὐτοῦ, καὶ ἀπέλθῃ εἰς ἄλλον τόπον. Ὁ δὲ εἰσελθὼν ἐνέγκαι αὐτῷ τὴν σειρὰν, ἐπελάθετο, τεταμένην ἔχων τὴν διάνοιαν πρὸς τὸν Θεόν. Πάλιν οὖν ὤχλησεν ὁ καμηλίτης κρούων τὴν θύραν, καὶ πάλιν ὁ ἀββᾶς Ἰωάννης εἰσερχόμενος, ἐπελάθετο. Τὸ δὲ τρίτον κρούσαντος τοῦ καμηλίτου, εἰσερχόμενος ἔλεγε· Σειρὰ κάμηλος, σειρὰ κάμηλος.
λβʹ. Ὁ αὐτὸς γέγονε ζέων τῷ πνεύματι. Παραβαλὼν οὖν τις αὐτῷ, ἐπῄνεσεν αὐτοῦ τὸ ἔργον· εἰργάζετο δὲ σειράν· καὶ ἐσιώπησε. Πάλιν ἐκεῖνος ἐκίνησεν αὐτῷ λόγον· καὶ πάλιν ἐσιώπα. Τὸ τρίτον, λέγει τῷ παραβαλόντι· Ἀφ' οὗ εἰσῆλθες ἐνταῦθα, ἔβαλες τὸν Θεὸν ἀπ' ἐμοῦ.
λγʹ. Ἦλθέ τις γέρων εἰς τὴν κέλλαν τοῦ ἀββᾶ Ἰωάννου, καὶ εὗρεν αὐτὸν καθεύδοντα, καὶ ἄγγελον παριστάμενον καὶ ῥιπίζοντα αὐτόν. Καὶ ἀνεχώρησεν ἰδών. Ὡς δὲ ἀνέστη, λέγει τῷ μαθητῇ αὐτοῦ· Ἦλθέ τις ὧδε κοιμωμένου μου; Λέγει· Ναί· ὁ δεῖνα ὁ γέρων. Καὶ ἔγνω ὁ ἀββᾶς Ἰωάννης, ὅτι τῶν μέτρων αὐτοῦ ἦ ὁ γέρων, καὶ εἶδε τὸν ἄγγελον.
λδʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Ἐγὼ θέλω μεταλαβεῖν τὸν ἄνθρωπον, μικρὸν ἐκ πασῶν τῶν ἀρετῶν. Τοίνυν ἐφ' ἑκάστης ἡμέρας, διανιστάμενος τῷ πρωῒ, ἐπιλαβοῦ ἀρχὴν εἰς πᾶσαν ἀρετὴν, καὶ ἐντολὴν Θεοῦ, ἐν μεγίστῃ ὑπομονῇ, μετὰ φόβου καὶ μακροθυμίας, ἐν ἀγάπῃ Θεοῦ, μετὰ πάσης προθυμίας ψυχῆς καὶ σώματος, καὶ ταπεινώσεως πολλῆς, ἐν ὑπομονῇ θλίψεως καρδίας καὶ φυλακῆς, ἐν προσευχῇ πολλῇ καὶ πρεσβείαις, μετὰ στεναγμοῦ, ἐν ἁγνείᾳ γλώσσης, καὶ φυλακῇ ὀφθαλμῶν ἀτιμαζόμενος, καὶ μὴ ὀργιζόμενος· εἰρηνεύων, καὶ μὴ ἀνταποδιδοὺς κακὸν ἀντὶ κακοῦ· μὴ προσέχων πταίσμασιν ἑτέρων· μὴ ἑαυτὸν μετρῶν, ὑποκάτω πάσης τῆς κτίσεως ὤν· ἐν ἀποταξίᾳ ὕλης καὶ τῶν κατὰ σάρκα, ἐν σταυρῷ, ἐν ἀγῶνι, ἐν πτωχείᾳ πνεύματος, ἐν προαιρέσει καὶ ἀσκήσει πνευματικῇ, ἐν νηστείᾳ, ἐν μετανοίᾳ καὶ κλαυθμῷ, ἐν ἀγῶνι πολέμου, ἐν διακρίσει, ἐν ἁγνείᾳ ψυχῆς, ἐν μεταλήψει χρηστῇ· ἐν ἡσυχίᾳ τὸ ἐργόχειρον· ἐν ταῖς νυκτεριναῖς ἀγρυπνίαις, ἐν πείνῃ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι, ἐν πόνοις· ἀποκλείων σου τὸν τάφον, ὡς ἤδη τελευτήσας· ὡς νομίζειν εἶναί σου τὸν θάνατον ἐγγὺς πᾶσαν τὴν ὥραν.
λεʹ. Ἔλεγον περὶ αὐτοῦ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι ὡς ἤρχετο ἐκ τοῦ θέρους, ἢ παραβάλλων γέρουσιν, εἰς τὴν εὐχὴν καὶ εἰς τὴν μελέτην καὶ εἰς τὴν ψαλμωδίαν ἐσχόλαζεν, ἕως οὗ ἀποκατεστάθη ὁ λογισμὸς αὐτοῦ εἰς τὴν τάξιν τὴν ἀρχαίαν.
λϛʹ. Εἶπέ τις τῶν Πατέρων περὶ αὐτοῦ, ὅτι Τίς ἐστιν ὁ Ἰωάννης, ὅτι διὰ τῆς ταπεινώσεως αὐτοῦ, ἐκρέμασεν ὅλην τὴν Σκῆτιν ἐν τῷ μικρῷ αὐτοῦ δακτύλῳ;
λζʹ. Ἐρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Ἰωάννην τὸν κολοβὸν, τί ἐστι μοναχός; Ὁ δὲ εἶπε· Κόπος Ὅτι ὁ μοναχὸς εἰς πᾶν ἔργον κοπιᾷ. Οὕτως ὁ μοναχός.
ληʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβὸς, ὅτι γέρων τις πνευματικὸς, ἀπέκλεισεν ἑαυτὸν, καὶ ἦν ἐπίσημος ἐν τῇ πόλει, καὶ δόξαν πολλὴν ἔχων. Ἐδηλώθη δὲ τούτῳ, ὅτι Μέλλει τις τῶν ἁγίων ἀναλύειν, δεῦρο, ἄσπασαι αὐτὸν πρὶν κοιμηθῇ. Καὶ ἐνεθυμήθη ἐν ἑαυτῷ, ὅτι Ἐὰν ἐξέλθω ἡμέρας, ἐπιτρέχουσιν οἱ ἄνθρωποι, καὶ πολλή μοι δόξα γίνεται, καὶ οὐκ ἀναπαύομαι εἰς ταῦτα. Ἀπέρχομαι οὖν ὀψὲ τῇ σκοτία, καὶ λανθάνω πάντας. Ὀψὲ οὖν ἐξελθὼν ἐκ τοῦ κελλίου ὡς θέλων λαθεῖν· καὶ ἰδοὺ ἐκ τοῦ Θεοῦ καταπέμπονται δύο ἄγγελοι μετὰ λαμπάδων, παραφαίνοντες αὐτῷ· καὶ λοιπὸν πᾶσα ἡ πόλις κατέδραμε βλέπουσα τὴν δόξαν. Καὶ ὅσον ἔδοξε φεύγειν τὴν δόξαν, πλέον ἐδοξάσθη. Ἐν τούτοις πληροῦται τὸ γεγραμμένον· Πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.
λθʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβός· Οὐ δυνατὸν οἰκοδομῆσαι τὸν οἶκον ἄνωθεν ἐπὶ τὸ κάτω, ἀλλ' ἐκ τοῦ θεμελίου ἐπὶ τὸ ἄνω. Λέγουσιν αὐτῷ· Τίς ἐστιν ὁ λόγος οὗτος; Λέγει αὐτοῖς· Ὁ θεμέλιος, ὁ πλησίον ἐστὶν, ἵνα αὐτὸν κερδάνῃς· καὶ ὀφείλει πρῶτον. Εἰς αὐτὸν γὰρ κρέμανται πᾶσαι αἱ ἐντολαὶ τοῦ Χριστοῦ.
μʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι τινὸς νεωτέρας ἐτελεύτησαν οἱ γονεῖς, καὶ ὑπελείφθη ὀρφανή· ὄνομα δὲ αὐτῇ, Παησία. Ἐλογίσατο οὖν ποιῆσαι τὸν οἶκον αὐτῆς ξενοδοχεῖον, εἰς λόγον τῶν Πατέρων τῆς Σκήτεως. Ἔμεινεν οὖν οὕτως ξενοδοχοῦσα ἐπὶ χρόνον ἱκανὸν, καὶ θεραπεύουσα τοὺς Πατέρας. Μετὰ δὲ χρόνον, ὡς ἀνηλώθη τὰ πράγματα, ἀρχὴν ἐποίησεν ὑστερεῖσθαι. Ἐκολλήθησαν οὖν αὐτῇ διάστροφοι ἄνθρωποι, καὶ μετέστησαν αὐτὴν ἀπὸ τοῦ σκοποῦ τοῦ ἀγαθοῦ· καὶ λοιπὸν ἤρξατο διάγειν κακῶς, ὥστε φθάσαι αὐτὴν εἰς τὸ πορνεύειν. Ἥκουσαν δὲ οἱ Πατέρες, καὶ πάνυ ἐλυπήθησαν, καὶ προσκαλεσάμενοι τὸν ἀββᾶν Ἰωάννην τὸν κολοβὸν, λέγουσιν αὐτῷ ὅτι, Ἠκούσαμεν περὶ τῆς ἀδελφῆς ἐκείνης, ὅτι διάγει κακῶς καὶ αὐτὴ ὅτε ἠδύνατο, τὴν ἀγάπην αὐτῆς εἰς ἡμᾶς ἐνεδείξατο· καὶ νῦν ἡμεῖς ἐπιδειξώμεθα εἰς αὐτὴν τὴν ἀγάπην, καὶ βοηθήσωμεν αὐτῇ. Σκύλθητι οὖν πρὸς αὐτήν· καὶ κατὰ τὴν σοφίαν ἢν ἔδωκέ σοι ὁ Θεὸς, οἰκονόμησον τὰ κατ' αὐτήν. Ἦλθεν οὖν ὁ ἀββᾶς Ἰωάννης πρὸς αὐτὴν, καὶ λέγει τῇ γραΐδι τῆ θυρωρῷ· Μήνυσόν με πρὸς τὴν κυρίαν σου. Ἡ δὲ ἀπεπέμψατο αὐτὸν λέγουσα· Ὑμεῖς ἐξ ἀρχῆς κατεφάγετε τὰ αὐτῆς, καὶ ἥδε πτωχή ἐστι. Λέγει αὐτῇ ὁ ἀββᾶς Ἰωάννης· Εἰπὲ αὐτῇ. Πάνυ γὰρ ἔχω αὐτὴν ὠφελῆσαι. Οἱ δὲ παῖδες αὐτῆς ὑπομειδιῶντες λέγουσιν αὐτῷ· Τί γὰρ ἔχεις δοῦναι αὐτῇ, ὅτι θέλεις αὐτῇ συντυχεῖν; Ὁ δὲ ἀπεκρίθη λέγων· Πόθεν γὰρ οἴδατε τί μέλλω αὐτῇ παρασχεῖν; Ἀνελθοῦσα οὖν ἡ γραῦς, εἶπεν αὐτῇ περὶ αὐτοῦ. Καὶ λέγει αὐτῇ ἡ νεωτέρα· Οὗτοι οἱ μοναχοὶ ἀεὶ διακινοῦσι παρὰ τὴν Ἐρυθρὰν θάλασσαν, καὶ εὑρίσκουσι μαργαρίτας. Κοσμήσασα οὖν ἑαυτὴν λέγει, Θέλησον ἀνενέγκαι πρὸς μέ. Ὡς οὖν ἀνῆλθε, προλαβοῦσα ἐκαθέσθη εἰς τὴν κλίνην. Ἐλθὼν δὲ ὁ ἀββᾶς Ἰωάννης, ἐκαθέσθη ἐγγὺς αὐτῆς. Προσχὼν δὲ εἰς τὸ πρόσωπον αὐτῆς, λέγει αὐτῇ· Τί κατέγνως τοῦ Ἰησοῦ, ὅτι εἰς τοῦτο ἦλθες; Ἀκούσασα δὲ, ἀπεπάγη ὅλη. Καὶ κλίνας κάτω τὴν κεφαλὴν αὐτοῦ ὁ ἀββᾶς Ἰωάννης, ἤρξατο κλαίειν σφοδρῶς. Λέγει αὐτῷ αὐτή· Ἀββᾶ, τί κλαίεις; Ὡς δὲ ἀνένευσε, πάλιν ἔκλινεν ἑαυτὸν κλαίων, καὶ λέγει αὐτῇ· Βλέπω ὅτι ὁ Σατανᾶς παίζει εἰς τὴν ὄψιν σου, καὶ οὐ μὴ κλαύσω; Ἀκούσασα δὲ λέγει αὐτῷ· Ἔνι μετάνοια, ἀββᾶ; λέγει αὐτῇ· Ναί. Λέγει αὐτῷ· Λάβε με ὅπου θέλεις. Λέγει αὐτῇ· Ἄγωμεν. Καὶ ἀνέστη ἀκολουθῆσαι αὐτῷ. Προσέσχε δὲ ὁ ἀββᾶς Ἰωάννης ὅτι οὐδὲν διετάξατο ἢ
ἐλάλησε περὶ τοῦ οἴκου αὐτῆς, καὶ ἐθαύμασεν. Ὡς οὖν ἔφθασαν εἰς τὴν ἔρημον, βράδιον ἐγένετο. Καὶ ποιήσας ἐκ τῆς ἄμμου μικρὸν προσκέφαλα αὐτῆς, καὶ σφραγισάμενος, λέγει αὐτῇ· Καθεύδησον ἐνταῦθα. Ποιήσας δὲ καὶ ἑαυτῷ ἀπὸ μικροῦ διαστήματος, καὶ πληρώσας τὰς εὐχὰς αὐτοῦ, ἀνεκλίθη. Περὶ δὲ τὸ μεσονύκτιον διϋπνισθεὶς, βλέπει ὁδόν τινα φωτεινὴν ἀπὸ τοῦ οὐρανοῦ ἕως αὐτῆς ἐστηριγμένην· καὶ εἶδε τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναφέροντας τὴν ψυχὴν αὐτῆς. Ἀναστὰς οὖν καὶ ἀπελθὼν, ἔνυξεν αὐτὴν τῷ ποδί. Ὡς δὲ εἶδεν ὅτι ἀπέθανεν, ἔῤῥιψεν ἑαυτὸν ἐπὶ πρόσωπον δεόμενος τοῦ Θεοῦ. Καὶ ἤκουσεν, ὅτι ἡ μία ὥρα τῆς μετανοίας αὐτῆς, προσεδέχθη ὑπὲρ μετάνοιαν πολλῶν χρονιζόντων, καὶ μὴ ἐνδεικνυμένων τὸ θερμὸν τῆς τοιαύτης μετανοίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου