Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ματόη.


Περὶ τοῦ ἀββᾶ Ματόη.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματόης· Θέλω ἐργασίαν ἐλαφρὰν καὶ ἐμμένουσαν, ἢ ἐπίπονον ἐξ ἀρχῆς καὶ ταχέως ἐκκοπτομένην.
βʹ. Εἶπε πάλιν· Ὅσον ἐγγίζει ἄνθρωπος τῷ Θεῷ, τοσοῦτον ἁμαρτωλὸν ἑαυτὸν βλέπει. Ἡσαΐας γὰρ ὁ προφήτης ἰδὼν τὸν Θεὸν, τάλαν καὶ ἀκάθαρτον ἔλεγεν ἑαυτόν.
γʹ. Ἔλεγε πάλιν· Ὅτε ἤμην νεώτερος, ἔλεγον ἐν ἑαυτῷ ὅτι, Τάχα τί ποτε ἐργάζομαι ἀγαθόν· νῦν δὲ ὡς ἐγήρασα, βλέπω ὅτι οὐκ ἔχω ἓν ἔργον καλὸν ἐν ἐμαυτῷ.
δʹ. Εἶπε πάλιν· Οὐκ οἶδεν ὁ Σατανᾶς ποίῳ πάθει ἠττᾶται ἡ ψυχή. Σπείρει μὲν, ἀλλ' οὐκ οἶδεν εἰ θερίσει· τοὺς μὲν περὶ πορνείας, τοὺς δὲ περὶ καταλαλιᾶς λογισμοὺς, καὶ ὁμοίως τὰ λοιπὰ πάθη. Καὶ εἰς οἷον πάθος ἴδῃ τὴν ψυχὴν κλίνασαν, χορηγεῖ αὐτῇ.
εʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ματώῃ, καὶ λέγει αὐτῷ· Πῶς οἱ Σκητιῶται ἐποίουν περισσότερον τῆς Γραφῆς, ἀγαπῶντες τοὺς ἐχθροὺς αὐτῶν ὑπὲρ ἑαυτούς; Λέγει αὐτῷ ὁ ἀββᾶς Ματώης· Ἐγὼ τέως τὸν ἀγαπῶντά με οὐκ ἀγαπῶ ὡς ἐμαυτόν.
ϛʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματώην· Τί ποιήσω ἐὰν παραβάλῃ μοι ἀδελφὸς, καὶ ἔστι νηστεία ἢ πρωΐ; ὅτι θλίβομαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὲν οὐ θλίβῃ, καὶ φάγῃς μετὰ τοῦ ἀδελφοῦ, καλῶς ποιεῖς. Ἐὰν δὲ μὴ προσδοκᾷς τινα, καὶ φάγῃς, τοῦτο σὸν θέλημά ἐστιν.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἰακὼβ ὅτι, Παρέβαλον τῷ ἀββᾷ Ματώῃ· καὶ ἀνακάμψαντός μου, εἶπον αὐτῷ ὅτι, Θέλω παραβαλεῖν εἰς τὰ Κελλία. Καὶ εἶπέ μοι·
Ἄσπασαι ἐξ ἐμοῦ τὸν ἀββᾶν Ἰωάννην. Ἐλθὼν δὲ ἐγὼ πρὸς τὸν ἀββᾶν Ἰωάννην, λέγω αὐτῷ· Ἀσπάζεταί σε ὁ ἀββᾶς Ματώης. Καὶ λέγει μοι ὁ γέρων· Ἰδοὺ ὁ ἀββᾶς Ματώης, ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ πληρωθέντος ἐνιαυτοῦ, πάλιν παρέβαλον τῷ ἀββᾷ Ματόῃ· καὶ εἶπον αὐτῷ τὸν ἀσπασμὸν τοῦ ἀββᾶ Ἰωάννου. Καὶ λέγει ὁ γέρων· Οὐκ εἰμὶ μὲν ἄξιος τοῦ λόγου τοῦ γέροντος· πλὴν τοῦτο γίνωσκε, ὅτι ὅταν ἀκούσῃς γέροντος τὸν πλησίον δοξάζοντος ὑπὲρ ἑαυτὸν, εἰς μέτρα μεγάλα ἔφθασεν. Αὕτη γάρ ἐστιν ἡ τελειότης, ὥστε τὸν πλησίον ἑαυτοῦ δοξάζειν ὑπὲρ ἑαυτόν.
ηʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματώης ὅτι, Ἦλθεν ἀδελφὸς πρὸς μὲ, καὶ εἶπέ μοι, ὅτι ἡ καταλαλιὰ χεῖρόν ἐστι τῆς πορνείας. Καὶ εἶπον· Σκληρός ἐστιν ὁ λόγος. Λέγει οὖν μοι· Καὶ πῶς θέλεις εἶναι τὸ πρᾶγμα τοῦτο; Ἐγὼ δὲ ἔφην· Ἡ μὲν καταλαλιὰ κακή ἐστιν· ταχεῖαν δὲ ἔχει θεραπείαν· μετανοεῖ γὰρ πολλάκις ὁ καταλαλήσας, λέγων· Κακῶς ἐλάλησα. Ἡ δὲ πορνεία, φυσικὸς θάνατός ἐστιν.
θʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ματώης ἀπὸ τῆς Ῥαιθοῦ, εἰς τὰ μέρη Μαγδολῶν· ἦν δὲ ὁ ἀδελφὸς αὐτοῦ μετ' αὐτοῦ. Καὶ κρατήσας ὁ ἐπίσκοπος τὸν γέροντα, ἐποίησεν αὐτὸν πρεσβύτερον. Καὶ γενομένων αὐτῶν ὁμοῦ, ἔλεγεν ὁ ἐπίσκοπος· Συγχώρησόν μοι, ἀββᾶ· οἷδα ὅτι οὐκ ἤθελες τὸ πρᾶγμα τοῦτο· ἀλλὰ διὰ τὸ εὐλογηθῆναί με παρὰ σοῦ, ἐτόλμησα τοῦτο ποιῆσαι. Εἶπε δὲ αὐτῷ ὁ γέρων μετὰ ταπεινώσεως· Καὶ ὁ λογισμός μου μικρὸν ἤθελεν· πλὴν εἰς τοῦτο ἐγὼ κοπιῶ, ὅτι χωρισθῆναι ἔχω ἀπὸ τοῦ ἀδελφοῦ τοῦ μετ' ἐμοῦ. Οὐ βαστάζω γὰρ ὅλας τὰ εὐχὰς ποιῆσαι μόνος. Καὶ λέγει ὁ ἐπίσκοπος· Εἰ οἶδας ὅτι ἄξιός ἐστιν, ἐγὼ αὐτὸν χειροτονῶ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ματώης· Εἰ μὲν ἄξιός ἐστιν, οὐκ οἶδα· ἓν δὲ οἶδα, ὅτι ἐμοῦ καλλίων ἐστίν. Ἐχειροτόνησε δὲ καὶ αὐτόν. Καὶ ἐκοιμήθησαν οἱ ἀμφότεροι, μὴ ἐγγίσαντες θυσιαστηρίῳ ἕνεκεν τοῦ ποιῆσαι προσφοράν. Ἔλεγε δὲ ὁ γέρων· Πιστεύω εἰς τὸν Θεὸν, ὅτι οὐκ ἔχω κρῖμα πολὺ διὰ τὴν χειροτονίαν, ὁπότε οὐ ποιῶ προσφοράν. Τῶν γὰρ ἀμέμπτων ἐστὶν ἡ χειροτονία.
ιʹ. Εἶπεν ὁ ἀββᾶς Ματόης ὅτι, Τρεῖς γέροντες ἀπῆλθον πρὸς τὸν ἀββᾶν Παφνούτιον τὸν λεγόμενον Κεφαλᾶν, ἵνα ἐρωτήσωσιν αὐτὸν λόγον. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Τί θέλετε εἴπω ὑμῖν; Πνευματικὸν ἢ σωματικόν; Λέγουσιν αὐτῷ· Πνευματικόν. Λέγει αὐτοῖς ὁ γέρων· Ὑπάγετε, ἀγαπήσατε τὴν θλῖψιν ὑπὲρ τὴν ἀνάπαυσιν, καὶ τὴν ἀτιμίαν πλέον τῆς δόξης, καὶ τὸ διδόναι μᾶλλον ἢ λαμβάνειν.
ιαʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ματώην, λέγων· Εἰπέ μοι ῥῆμα. Ὁ δὲ εἶπεν αὐτῷ· Ὕπαγε, παρακάλεσον τὸν Θεὸν, ἵνα δώσει πένθος εἰς τὴν καρδίαν σου, καὶ ταπείνωσιν· καὶ πρόσεχε πάντοτε τὰς ἁμαρτίας σου· καὶ μὴ κρῖνε ἄλλους, ἀλλὰ γενοῦ ὑποκάτω πάντων· καὶ μὴ ἔχε φιλίαν μετὰ παιδίου, μήτε γνῶσιν μετὰ γυναικὸς, μήτε φίλον αἱρετικόν· καὶ κόψον τὴν παῤῥησίαν ἀπὸ σοῦ· καὶ κράτει τὴν γλῶσσαν καὶ τὴν κοιλίαν σου, καὶ ἀπὸ οἴνου μικρόν· καὶ ἐάν τις λαλήσῃ περὶ πράγματος οἱουδήποτε, μὴ φιλονείκει μετ' αὐτοῦ· ἀλλ' ἐὰν καλῶς λέγῃ, εἰπέ· Ναί· ἐὰν δὲ κακῶς, εἰπέ· Σὺ οἶδας πῶς λαλεῖς· καὶ μὴ ἔριζε μετ' αὐτοῦ περὶ ὧν ἐλάλησε. Καὶ αὕτη ἐστὶν ἡ ταπείνωσις.
ιβʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ματώην· Εἰπέ μοι ῥῆμα. Καὶ εἶπεν αὐτῷ· Πᾶσαν φιλονεικίαν ἀπὸ παντὸς πράγματος κόψον ἀπὸ σοῦ· κλαῦσον δὲ καὶ πένθησον, ὅτι ὁ καιρὸς ἤγγισεν.
ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματόην, λέγων· Τί ποιήσω; ὅτι ἡ γλῶσσά μου θλίβει με· καὶ ὅταν ἔρχωμαι ἐν μέσῳ τῶν ἀνθρώπων, οὐ δύναμαι κατασχεῖν αὐτήν· ἀλλὰ κατακρίνω αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἐλέγχω αὐτούς. Τί οὖν ποιήσω; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Εἰ οὐ δύνασαι κατέχειν ἑαυτὸν, φύγε καταμόνας. Ἀσθένεια γάρ ἐστιν. Ὁ δὲ καθήμενος μετὰ ἀδελφῶν, οὐκ ὀφείλει εἶναι τετραγωνιαῖος, ἀλλὰ στρογγύλος, ἵνα πρὸς πάντας κυλίηται. Καὶ εἶπεν ὁ γέρων Οὐ κατὰ ἀρετὴν κάθημαι καταμόνας, ἀλλὰ κατὰ ἀσθένειαν· δυνατοὶ γάρ εἰσιν, οἱ ἐρχόμενοι εἰς τὸ μέσον τῶν ἀνθρώπων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου