Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μωσῆ.


Περὶ τοῦ ἀββᾶ Μωσῆ.
αʹ. Ἐπολεμήθη ποτὲ ὁ ἀββᾶς Μωϋσῆς εἰς πορνείαν πάνυ· καὶ μηκέτι ἰσχύων καθίσαι εἰς τὸ κελλίον, ἀπῆλθε, καὶ ἀνήγγειλε τῷ ἀββᾷ Ἰσιδώρῳ. Καὶ παρεκάλεσεν αὐτὸν ὁ γέρων, ἵνα ὑποστρέψῃ εἰς τὸ κελλίον αὐτοῦ. Καὶ οὐ κατεδέξατο, λέγων ὅτι, Οὐκ ἰσχύω, ἀββᾶ. Καὶ λαβὼν αὐτὸν μεθ' ἑαυτοῦ, ἀνήγαγεν εἰς τὸ δῶμα, καὶ λέγει αὐτῷ· Πρόσχες εἰς δυσμάς. Καὶ προσχὼν, εἶδε πλῆθος δαιμόνων ἀναρίθμητον· καὶ ἦσαν τεταραγμένοι, καὶ θορυβοῦντες τοῦ πολεμεῖν. Λέγει αὐτῷ πάλιν ὁ ἀββᾶς Ἰσίδωρος· Βλέψον καὶ εἰς τὰς ἀνατολάς. Καὶ προσέσχε, καὶ εἶδεν ἀναρίθμητα πλήθη ἁγίων ἀγγέλων δεδοξασμένων. Καὶ εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος· Ἰδοὺ οὗτοί εἰσιν οἱ ἀποστελλόμενοι τοῖς ἁγίοις παρὰ τοῦ Κυρίου εἰς βοήθειαν. Οἱ δὲ εἰς δυσμὰς, εἰσὶν οἱ πολεμοῦντες αὐτούς. Πλείους οὖν εἰσιν οἱ μεθ' ἡμῶν. Καὶ οὕτως εὐχαριστήσας ὁ ἀββᾶς Μωϋσῆς τῷ Θεῷ, ἔλαβε θάρσος, καὶ ὑπέστρεψε εἰς τὸ κελλίον αὐτοῦ.
βʹ. Ἀδελφός ποτε ἐσφάλη εἰς Σκῆτιν· καὶ γενομένου συνεδρίου, ἀπέστειλαν πρὸς τὸν ἀββᾶν Μωϋσῆν. Ὁ δὲ οὐκ ἤθελεν ἐλθεῖν. Ἀπέστειλεν οὖν πρὸς αὐτὸν ὁ πρεσβύτερος, λέγων· Ἐλθὲ, ὅτι σε ὁ λαὸς περιμένει. Ὁ δὲ ἀναστὰς ἦλθε. Καὶ λαβὼν σπυρίδα τετρημμένην, καὶ γεμίσας ἄμμου, ἐβάστασεν. Οἱ δὲ ἐξελθόντες εἰς ἀπάντησιν αὐτοῦ, λέγουσιν αὐτῷ· Τί ἐστι τοῦτο, Πάτερ; Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Αἱ ἁμαρτίαι μού εἰσιν ὀπίσω μου καταῤῥέουσαι, καὶ οὐ βλέπω αὐτάς· καὶ ἦλθον ἐγὼ σήμερον, ἁμαρτήματα ἀλλότρια κρῖναι. Οἱ δὲ ἀκούσαντες, οὐδὲν ἐλάλησαν τῷ ἀδελφῷ· ἀλλὰ συνεχώρησαν αὐτῷ.
γʹ. Ἄλλοτε συνεδρίου γενομένου ἐν τῇ Σκήτει, θέλοντες αὐτὸν οἱ Πατέρες δοκιμάσαι, ἐξουδένωσαν αὐτὸν, λέγοντες· Τί καὶ ὁ Αἰθίοψ οὗτος ἔρχεται εἰς
τὴν μέσην ἡμῶν; Ὁ δὲ ἀκούσας ἐσιώπησε. Μετὰ δὲ τὸ ἀπολυθῆναι αὐτοὺς, λέγουσιν αὐτῷ· Ἀββᾶ, οὐδὲν ἄρτι ἐταράχθης; Λέγει αὐτοῖς· Ἐταράχθην, ἀλλ' οὐκ ἐλάλησα.
δʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μωϋσέως, ὅτι ἐγένετο κληρικὸς, καὶ ἐπέθηκαν αὐτῷ τὴν ἐπωμίδα. Καὶ λέγει αὐτῷ ὁ ἀρχιεπίσκοπος· Ἰδοὺ γέγονας ὁλόλευκος, ἀββᾶ Μωϋσῆ. Λέγει αὐτῷ ὁ γέρων· Ἄρα τὰ ἔξω, κῦρι ὁ Πάπας· ἢ καὶ τὰ ἔσω! Θέλων δὲ ὁ ἀρχιεπίσκοπος δοκιμάσαι αὐτὸν, λέγει τοῖς κληρικοῖς· Ὅταν εἰσέρχηται ὁ ἀββᾶς Μωϋσῆς εἰς τὸ ἱερατεῖον, διώξατε αὐτὸν, καὶ ἀκολουθήσατε αὐτῷ, ἵνα ἀκούσητε τί λέγει. Εἰσῆλθεν οὖν ὁ γέρων· καὶ ἐπετίμησαν αὐτὸν, καὶ ἐδίωξαν, λέγοντες· Ὕπαγε ἔξω, Αἰθίοψ. Ὁ δὲ ἐξελθὼν ἔλεγεν ἑαυτῷ· Καλῶς σοι ἐποίησαν, σποδόδερμε, μελανέ. Μὴ ὢν ἄνθρωπος, τί ἔρχῃ μετὰ ἀνθρώπων;
εʹ. Ἐδόθη ποτὲ εἰς Σκῆτιν ἐντολὴ ὅτι, Νηστεύσατε τὴν ἑβδομάδα ταύτην· καὶ κατ' εὐκαιρίαν, παρέβαλον ἀδελφοὶ ἀπὸ Αἰγύπτου τῷ ἀββᾷ Μωϋσῇ· καὶ ἐποίησεν αὐτοῖς μικρὸν ἕψημα. Καὶ ἰδόντες οἱ γείτονες τὸν καπνὸν, εἶπον τοῖς κληρικοῖς· Ἰδοὺ Μωϋσῆς κατέλυσε τὴν ἐντολὴν, καὶ ἕψημα παρ' ἑαυτῷ ἐποίησεν. Οἱ δὲ εἶπον· Ὅτε ἔρχεται, ἡμεῖς λαλοῦμεν αὐτῷ. Τοῦ δὲ σαββάτου γενομένου, οἱ κληρικοὶ ἰδόντες τὴν μεγάλην πολιτείαν τοῦ ἀββᾶ Μωϋσέως, ἔλεγον αὐτῷ ἔμπροσθεν τοῦ λαοῦ· Ὦ ἀββᾶ Μωϋσῆ, τὴν ἐντολὴν τῶν ἀνθρώπων ἔλυσας, καὶ τὴν τοῦ Θεοῦ ἐφύλαξας.
ϛʹ. Ἀδελφὸς παρέβαλεν εἰς Σκῆτιν πρὸς τὸν ἀββᾶν Μωϋσῆν, αἰτούμενος παρ' αὐτοῦ λόγον. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, κάθισον εἰς τὸ κελλίον σου· καὶ τὸ κελλίον σου διδάσκει σε πάντα.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς· Ἄνθρωπος φεύγων, ἔοικε σταφυλῇ ὀπῇ· ὁ δὲ ἐν ἀνθρώποις ὢν, ὡς ὄμφαξ ἐστίν.
ηʹ. Ἤκουσέ ποτε ὁ ἄρχων περὶ τοῦ ἀββᾶ Μωϋσέως, καὶ ἀπῆλθεν εἰς Σκῆτιν ἰδεῖν αὐτόν· καὶ ἀνήγγειλάν τινες τῷ γέροντι τὸ πρᾶγμα· καὶ ἀνέστη φυγεῖν εἰς τὸ ἕλος. Καὶ ὑπήντησαν αὐτῷ λέγοντες· Εἰπὲ ἡμῖν, γέρον· ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μωϋσέως; Καὶ λέγει αὐτοῖς· Τί θέλετε παρ' αὐτοῦ; ἄνθρωπος σαλός ἐστι. Καὶ ἐλθὼν ὁ ἄρχων εἰς τὴν ἐκκλησίαν, λέγει τοῖς κληρικοῖς· Ἐγὼ ἀκούων τὰ περὶ τοῦ ἀββᾶ Μωϋσέως, κατῆλθον ἰδεῖν αὐτόν· καὶ ἰδοὺ ὑπήντησεν ἡμῖν γέρων ὑπάγων εἰς Αἴγυπτον, καὶ εἴπομεν αὐτῷ· Ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μωϋσέως; καὶ λέγει ἡμῖν· Τί θέλετε ἀπ' αὐτοῦ; σαλός ἐστιν. Ἀκούσαντες δὲ οἱ κληρικοὶ, ἐλυπήθησαν, λέγοντες· Ποταπὸς ἦν ὁ γέρων ὁ ταῦτα λαλήσας κατὰ τοῦ ἁγίου; Οἱ δὲ εἶπον· Γέρων, παλαιὰ φορῶν, μακρὸς καὶ μελανός. Οἱ δὲ εἶπον· Αὐτός ἐστιν ὁ ἀββᾶς Μωϋσῆς· καὶ διὰ τὸ μὴ ἀπαντῆσαι αὐτὸν ὑμῖν, ταῦτα εἶπεν ὑμῖν. Πολλὰ δὲ ὠφεληθεὶς ὁ ἄρχων ἀνεχώρησεν.
θʹ. Ἔλεγεν ὁ ἀββᾶς Μωϋσῆς ἐν Σκήτει· Ἐὰν φυλάξωμεν τὰς ἐντολὰς τῶν Πατέρων ἡμῶν, ἐγὼ ἐγγυῶμαι ὑμᾶς πρὸς τὸν Θεὸν, ὅτι βάρβαροι οὐκ ἔρχονται ὧδε. Εἰ δὲ μὴ φυλάξωμεν, ἐρημωθῆναι ἔχει ὁ τόπος οὗτος.
ιʹ. Καθημένων δέ ποτε τῶν ἀδελφῶν πρὸς αὐτὸν, ἔλεγεν αὐτοῖς· Ἰδοὺ βάρβαροι σήμερον εἰς Σκῆτιν ἔρχονται· ἀλλὰ ἀνάστητε καὶ φύγετε. Λέγουσιν αὐτῷ· Σὺ οὖν οὐ φεύγεις, ἀββᾶ; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ τοσαῦτα ἔτη προσδοκῶ τὴν ἡμέραν ταύτην· ἵνα πληρωθῇ ὁ λόγος τοῦ Δεσπότου Χριστοῦ, λέγοντος· Πάντες οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. Λέγουσιν αὐτῷ· Οὐδὲ ἡμεῖς φεύγομεν, ἀλλὰ μετὰ σοῦ ἀποθνήσκομεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἕκαστος βλεπέτω πῶς καθέζεται. Ἦσαν δὲ ἑπτὰ ἀδελφοὶ, καὶ λέγει αὐτοῖς· Ἰδοὺ οἱ βάρβαροι ἐγγίζουσι τῇ θύρᾳ. Καὶ εἰσελθόντες, ἐφόνευσαν αὐτούς. Εἷς δὲ ἐξ αὐτῶν ἔφυγεν ὀπίσω τῆς σειρᾶς· καὶ εἶδεν ἑπτὰ στεφάνους κατελθόντας, καὶ στεφανώσαντας αὐτούς.
ιαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, λέγων· Ὁρῶ ἐνώπιόν μου πρᾶγμα, καὶ οὐ δύναμαι αὐτὸ κατασχεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ γίνῃ νεκρὸς ὡς οἱ ταφέντες, οὐ δύνασαι αὐτὸ κατασχεῖν.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, ποίῳ τρόπῳ νεκροῖ ἑαυτὸν ἄνθρωπος ἀπὸ τοῦ πλησίον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν μὴ θήσει ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ἑαυτὸν ἤδη τριήμερον ἐν μνημείῳ, οὐ φθάνει εἰς τὸν λόγον τοῦτον.
ιγʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μωϋσέως εἰς Σκῆτιν, ὅτι ὡς ἤμελλεν ἐλθεῖν εἰς τὴν Πέτραν, ἐκοπίασεν ὁδεύων· καὶ ἔλεγεν ἐν ἑαυτῷ· Πῶς δύναμαι τὸ ὕδωρ μου συναγαγεῖν ὧδε; Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Εἴσελθε, καὶ μηδὲν φροντίσῃς. Εἰσῆλθεν οὖν. Καὶ παρέβαλον αὐτῷ τινες τῶν Πατέρων, καὶ οὐκ εἶχεν εἰ μὴ ἓν μόνον λαγύνιον ὕδατος· καὶ ποιοῦντος αὐτοῦ μικρὸν φακὸν, ἀνηλώθη. Ὁ δὲ γέρων ἐθλίβετο. Εἰσερχόμενος οὖν καὶ ἐξερχόμενος, ηὔχετο τῷ Θεῷ. Καὶ ἰδοὺ νεφέλη βροχῆς ἦλθε κατ' αὐτῆς τῆς Πέτρας· καὶ ἐγέμισεν ὅλα τὰ ἀγγεῖα αὐτοῦ. Καὶ λέγουσι μετὰ ταῦτα τῷ γέροντι· Εἰπὲ ἡμῖν, τί εἰσήρχου καὶ ἐξήρχου. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Δίκην ἐποίουν μετὰ τοῦ Θεοῦ ὅτι, Ἤνεγκάς με ὧδε, καὶ ἰδοὺ ὕδωρ οὐκ ἔχω ἵνα πίωσιν οἱ δοῦλοί σου. Διὰ τοῦτο εἰσηρχόμην καὶ ἐξηρχόμην παρακαλῶν τὸν Θεὸν, ἕως οὗ ἔπεμψεν ἡμῖν.
ιδʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς, ὅτι ὀφείλει ἄνθρωπος ἀποθανεῖν ἀπὸ τοῦ ἑταίρου αὐτοῦ, τοῦ μὴ κρίνειν αὐτὸν ἔν τινι.
ιεʹ. Πάλιν εἶπεν ὅτι, Ὀφείλει ἄνθρωπος νεκρῶσαι ἑαυτὸν ἀπὸ παντὸς πονηροῦ πράγματος, πρὸ τοῦ ἐξελθεῖν ἀπὸ τοῦ σώματος, τοῦ μὴ κακῶσαί τινα ἄνθρωπον.
ιϛʹ. Εἶπε πάλιν· Ἐὰν μὴ ἄνθρωπος ἔχῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν, ὁ Θεὸς οὐκ εἰσακούει αὐτοῦ. Καὶ εἶπεν ὁ ἀδελφός· Τί ἐστιν, ἔχει ἐν τῇ καρδίᾳ ὅτι ἁμαρτωλός ἐστιν; Καὶ εἶπεν ὁ γέρων ὅτι, Εἴ τις βαστάζει τὰς ἁμαρτίας αὐτοῦ, οὐ βλέπει τὰς τοῦ πλησίον αὐτοῦ.
ιζʹ. Εἶπε πάλιν· Ἐὰν μὴ συμφωνήσῃ ἡ πρᾶξις μετὰ τῆς εὐχῆς, εἰς μάτην κοπιᾷ. Καὶ εἶπεν ὁ ἀδελφός· Τί ἐστι, συμφώνησις πράξεως μετὰ εὐχῆς; Καὶ εἶπεν ὁ γέρων· Ἵνα ὑπὲρ ὧν εὐχόμεθα, μηκέτι ποιῶμεν αὐτά. Ὅταν γὰρ ἄνθρωπος ἀφῇ τὰ θελήματα αὐτοῦ, τότε καταλλάσσεται αὐτῷ ὁ Θεὸς, καὶ δέχεται τὴν εὐχὴν αὐτοῦ.
ιηʹ. Ἠρώτησεν ὁ ἀδελφὸς ὅτι, Ἐν παντὶ κόπῳ τοῦ ἀνθρώπου, τί ἐστι τὸ βοηθοῦν αὐτῷ; Καὶ λέγει ὁ γέρων· Ὁ Θεός ἐστιν ὁ βοηθῶν. Γέγραπται γάρ· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Εἶπεν ὁ ἀδελφός· Αἱ νηστεῖαι καὶ ἀγρυπνίαι ἃς ποιεῖ ἄνθρωπος, τί γίνονται; Λέγει αὐτῷ ὁ γέρων· Αὗται ποιοῦσι τὴν ψυχὴν ταπεινωθῆναι. Γέγραπται γάρ· Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἐὰν ἡ ψυχὴ ποιήσῃ τοὺς καρποὺς τούτους, σπλαγχνίζεται ὁ Θεὸς ἐπ' αὐτῇ δι' αὐτῶν. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Τί ποιήσει ἄνθρωπος ἐν παντὶ πειρασμῷ ἐπερχομένῳ ἐπάνω αὐτοῦ, ἢ ἐν παντὶ λογισμῷ τοῦ ἐχθροῦ; Λέγει αὐτῷ ὁ γέρων· Κλαίειν ὀφείλει ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ, ἵνα βοηθήσῃ αὐτῷ· καὶ ἀναπαύεται ταχέως, ἐὰν παρακαλῇ ἐν γνώσει· γέγραπται γάρ· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἠρώστησεν ὁ ἀδελφὸς ὅτι, Ἰδοὺ ἄνθρωπος δέρει τὸν δοῦλον αὐτοῦ δι' ἁμαρτίαν ἢν ἔπραξε. Τί ἐρεῖ ὁ δοῦλος; Λέγει ὁ γέρων· Ἐάν ἐστι δοῦλος καλὸς, ἐρεῖ· Ἐλέησόν με, ἡμάρτηκα. Λέγει αὐτῷ ὁ ἀδελφός· Οὐδὲν ἄλλο λέγει; Λέγει ὁ γέρων· Οὐχί. Ἀφ' οὗ γὰρ τὴν μέμψιν ἐπιτιθεῖ ἐφ' ἑαυτῷ, καὶ εἴπῃ, Ἡμάρτηκα, εὐθέως σπλαγχνίζεται ἐπ' αὐτῷ ὁ κύριος αὐτοῦ. Τέλος δὲ τούτων πάντων, τὸ μὴ κρῖναι τὸν πλησίον. Ὅτε γὰρ ἡ χεὶρ Κυρίου ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, οὐκ ἦν οἶκος οὗ οὐκ ἦν ἐν αὐτῷ τεθνηκώς. Λέγει αὐτῷ ὁ ἀδελφός· Τίς ἐστιν ὁ λόγος οὗτος; Λέγει αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν ἡμᾶς ἐάσωσιν ἰδεῖν τὰς ἁμαρτίας ἡμῶν, οὐ μὴ ἴδωμεν τὰς ἁμαρτίας τοῦ πλησίον. Μωρία γάρ ἐστιν ἀνθρώπῳ, ἔχοντι τὸν ἑαυτοῦ νεκρὸν, ἀφεῖναι αὐτὸν καὶ ἀπελθεῖν κλαῦσαι τὸν τοῦ πλησίον. Τὸ ἀποθανεῖν δὲ ἀπὸ τοῦ πλησίον σου, τοῦτό ἐστι τὸ βαστάσαι σου τὰς ἁμαρτίας, καὶ ἀμεριμνεῖν ἀπὸ παντὸς ἀνθρώπου, ὅτι οὗτος καλός ἐστιν, ἢ οὗτος κακός. Μὴ ποιήσῃς κακὸν μηδενὶ ἀνθρώπῳ, μηδὲ λογίζου πονηρὸν ἐν τῇ καρδίᾳ σου εἴς τινα· μηδὲ ἐξουδενώσῃς τινὰ ποιοῦντα κακόν· μηδὲ πεισθῇς τῷ κακοποιοῦντι τὸν πλησίον αὐτοῦ, μηδὲ χαῖρε μετὰ τοῦ ποιοῦντος κακὸν τῷ πλησίον αὐτοῦ· μὴ καταλαλήσῃς τινά· ἀλλὰ λέγε· Ὁ Θεὸς γινώσκει ἕκαστον· μὴ συμπεισθῇς μετὰ τοῦ καταλαλοῦντος, μηδὲ συγχαρῇς μετὰ τῆς καταλαλιᾶς αὐτοῦ, μηδὲ μισήσῃς τὸν καταλαλοῦντα τὸν πλησίον αὐτοῦ. Καὶ τοῦτό ἐστι τὸ μὴ κρῖναι. Μὴ ἔχε ἔχθραν μετά τινος ἀνθρώπου, καὶ μὴ κρατήσῃς ἔχθραν ἐν τῇ καρδίᾳ σου· μὴ μισήσῃς τὸν ἐχθραίνοντα μετὰ τοῦ πλησίον. Καὶ αὕτη ἐστὶν ἡ εἰρήνη. Ἐν τούτοις ἐαυτὸν παρακάλει· πρὸς ὀλίγον χρόνον ὁ κάματος, καὶ εἰς ἀεὶ ἡ ἀνάπαυσις, χάριτι τοῦ Θεοῦ Λόγου. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου