Πέμπτη, 9 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Λώτ.


Περὶ τοῦ ἀββᾶ Λώτ.
αʹ. Ἦλθέ τις τῶν γερόντων πρὸς τὸν ἀββᾶν Λὼτ, πρὸς τὸ μικρὸν ἕλος τοῦ Ἀρσενοΐτου, καὶ παρεκάλεσεν αὐτὸν διὰ κελλίον, καὶ ἔδωκεν αὐτῷ. Ἦν δὲ ὁ γέρων ἀσθενής· καὶ ἀνέπαυσεν αὐτὸν ὁ ἀββᾶς Λώτ· καὶ εἰ ἤρχοντό τινες παραβαλεῖν τῷ ἀββᾷ Λὼτ, ἐποίει αὐτοὺς παραβαλεῖν καὶ τῷ γέροντι τῷ ἀσθενεῖ. Καὶ ἤρξατο λαλεῖν αὐτοῖς λόγους τοῦ Ὠριγένους· καὶ ἐθλίβετο ὁ ἀββᾶς Λὼτ, λέγων· Μὴ καὶ νομίσωσιν οἱ Πατέρες, ὅτι καὶ ἡμεῖς οὕτως ἐσμέν· καὶ ἐκβαλεῖν αὐτὸν ἐκ τοῦ τόπου ἐφοβεῖτο διὰ τὴν ἐντολήν. Καὶ ἀναστὰς ὁ ἀββᾶς Λὼτ, ἦλθε πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ διηγήσατο αὐτῷ περὶ τοῦ γέροντος. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Μὴ διώξῃς αὐτὸν, ἀλλ' εἰπὲ αὐτῷ· Ἰδοὺ ἐκ τῶν τοῦ Θεοῦ φάγε, πίε, ὡς θέλεις, μόνον τὸν λόγον τοῦτον μὴ λαλήσῃς· καὶ ἐὰν θέλῃ, διορθοῦται· εἰ δὲ μὴ θέλῃ διορθώσασθαι, ἀφ' ἑαυτοῦ μέλλει παρακαλεῖν τοῦ ἀναχωρῆσαι ἐκ τοῦ τόπου· καὶ οὐκ ἀπὸ σοῦ γίνεται ἡ ἀφορμή. Ἀπελθὼν οὖν ὁ ἀββᾶς Λὼτ ἐποίησεν οὕτως. Καὶ ὁ γέρων ὡς ἤκουσε ταῦτα, οὐκ ἤθελε διορθώσασθαι· ἀλλ' ἔβαλε παρακαλεῖν λέγων· Διὰ τὸν Κύριον πέμψατέ με ἐντεῦθεν, ὅτι οὐκ ἔτι δύναμαι βαστάξαι τὴν ἔρημον. Καὶ οὕτως ἀναστὰς ἐξῆλθε, προπεμπόμενος μετὰ ἀγάπης.
βʹ. Διηγήσατό τις περί τινος ἀδελφοῦ ἐμπεσόντος εἰς ἁμαρτίαν, ὅτι παραβάλλων τῷ ἀββᾷ Λὼτ, ἐταράσσετο εἰσερχόμενος καὶ ἐξερχόμενος, μὴ δυνάμενος καθίσαι. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Λώτ· Τί ἔχεις, ἀδελφέ; Ὁ δὲ εἶπεν· Ἁμαρτίαν μεγάλην ἐποίησα, καὶ οὐ δύναμαι ἐξειπεῖν τοῖς Πατράσι. Λέγει ὁ γέρων· Ὁμολόγησόν μοι αὐτὴν, κἀγὼ βαστάζω αὐτήν. Τότε εἶπεν αὐτῷ· Εἰς πορνείαν ἔπεσον, καὶ ἔθυσα τοῦ τυχεῖν τοῦ πράγματος. Καὶ λέγει αὐτῷ ὁ γέρων· Θάρσει ὅτι ἔστι μετάνοια· ὕπαγε, κάθου εἰς τὸ σπήλαιον, καὶ νήστευσον δύο δύο, κἀγὼ βαστάζω μετὰ σοῦ τὸ ἥμισυ τῆς ἁμαρτίας. Πληρωθεισῶν οὖν τῶν τριῶν ἑβδομάδων, ἐπληροφορήθη ὁ γέρων ὅτι ἐδέξατο ὁ Θεὸς τὴν μετάνοιαν τοῦ ἀδελφοῦ. Καὶ ἔμεινεν ὑποτασσόμενος τῷ γέροντι ἕως τοῦ θανάτου αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου