Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σπυρίδωνος.


Περὶ τοῦ ἀββᾶ Σπυρίδωνος.
αʹ. Περὶ δὲ Σπυρίδωνος, τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης, ὡς ἀξιωθῆναι αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι. Μιᾶς γὰρ τῶν ἐν Κύπρῳ πόλεων, ὀνόματι Τριμιθούντων, οὗτος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο· διὰ δὲ ἀτυφίαν πολλὴν, ἐχόμενος τῆς ἐπισκοπῆς, ἐποίμαινε καὶ τὰ πρόβατα. Μεσούσης δὲ τῆς νυκτὸς, κλέπται τῇ μάνδρᾳ τῶν προβάτων λαθραίως ἐπελθόντες, κλέψαι τῶν προβάτων ἐσπούδαζον. Ὁ δὲ Θεὸς ὁ τὸν ποιμένα σώζων, καὶ τὰ πρόβατα ἔσωζεν· οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει παρὰ τὴν μάνδραν ἐδέδεντο. Ὄρθρος δὲ ἦν· καὶ ἧκεν ὁ ποιμὴν πρὸς τὰ πρόβατα. Ὡς δὲ εὗρεν ὀπίσω τὰς χεῖρας ἔχοντας, ἔγνω τὸ γεγονός· καὶ εὐξάμενος λύει τοὺς κλέπτας. Πολλὰ δὲ νουθετήσας καὶ παραινέσας αὐτοῖς, ἐκ δικαίων πόνων σπουδάζειν μᾶλλον καὶ μὴ ἐξ ἀδικίας ζῇν, ἕνα κριὸν αὐτοῖς χαρισάμενος ἀπέλυσεν, καὶ χαριέντως ἐπιφθεγξάμενος εἶπεν· Ἵνα μὴ μάτην ἠγρυπνηκότες φανῆτε.
βʹ. Ἔλεγον πάλιν, ὅτι θυγάτριον ἦν αὐτῷ παρθένος, τῆς τοῦ πατρὸς εὐλαβείας μετέχουσα, τοὔνομα Εἰρήνη. Ταύτῃ γνώριμός τις πολύτιμον παρέθετο κόσμιον. Ἡ δὲ ἀσφαλέστερον ποιοῦσα, γῇ τὴν παραθήκην ἔκρυψε· μετ' ὀλίγον δὲ τὸν βίον ἀπέλιπεν. Ἦλθε δὲ μετὰ χρόνον ὁ παραθέμενος· καὶ μὴ εὑρὼν τὴν παρθένον, ἔπλεκε τῷ πατρὶ αὐτῆς τῷ ἀββᾷ Σπυρίδωνι, νῦν μὲν ἕλκων, πάλιν δὲ παρακαλῶν. Ἐπειδὴ δὲ συμφορὰν ἐποιεῖτο τὴν τοῦ παραθεμένου ζημίαν ὁ γέρων, ἐλθὼν ἐπὶ τὸ μνημεῖον τῆς θυγατρὸς, ἐπεκαλεῖτο τὸν Θεὸν, πρὸ καιροῦ δεῖξαι αὐτῷ τὴν ἐπηγγελμένην ἀνάστασιν· καὶ δὴ τῆς ἐλπίδος οὐχ ἥμαρτε. Ζῶσα γὰρ αὖθις ἡ παρθένος φαίνεται τῷ πατρί· καὶ τόπον σημάνασα ἔνθα τὸ κόσμιον ἔκειτο, αὖθις ἀπεχώρει. Καὶ λαβὼν τὴν παραθήκην ὁ γέρων ἔδωκεν αὐτήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου