Τετάρτη, 1 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Γεροντίου.


Περὶ τοῦ ἀββᾶ Γεροντίου.
Εἶπεν ὁ ἀββᾶς Γερόντιος ὁ τῆς Πέτρας, ὅτι πολλοὶ πειραζόμενοι ἐκ σωματικῶν ἡδονῶν, μὴ πλησιάσαντες σώμασι, κατὰ διάνοιαν ἐξεπόρνευσαν· καὶ τῶν σωμάτων παρθένων φυλαττομένων, κατὰ ψυχὴν ἐκπορνεύουσι. Καλὸν οὖν, ἀγαπητοὶ, ποιεῖν τὸ γεγραμμένον, καὶ πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν ἕκαστον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου