Τετάρτη, 1 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Γελασίου.


Περὶ τοῦ ἀββᾶ Γελασίου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Γελασίου, ὅτι εἶχε βιβλίον ἐν δέρμασιν, ἄξιον δεκαοκτὼ νομισμάτων· εἶχε δὲ τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην γεγραμμένην ὅλην· καὶ ἔκειτο ἐν τῇ ἐκκλησίᾳ, ἵνα ὁ θέλων τῶν ἀδελφῶν ἀναγνῷ. Ἐλθὼν δέ τις ἀδελφῶν ξένος παραβαλεῖν τῷ γέροντι, ὡς εἶδεν αὐτὸ, ἐπεθύμησεν αὐτοῦ, καὶ κλέψας ἐξῆλθεν. Ὁ δὲ γέρων οὐκ ἐδίωξεν ὀπίσω αὐτοῦ, ὥστε καταλαβεῖν αὐτὸν, καίπερ νοήσας. Ἀπελθὼν οὖν ἐκεῖνος εἰς τὴν πόλιν, ἐζήτει πωλῆσαι αὐτό· καὶ εὑρὼν τὸν θέλοντα ἀγοράσαι, ἀπῄτει τὴν τιμὴν νομίσματα δεκαέξ. Ὁ δὲ θέλων ἀγοράσαι, λέγει αὐτῷ· Δός μοι πρῶτον, δοκιμάσω αὐτὸ, καὶ οὕτω τὸ τίμημά σοι παρέχω. Δέδωκεν οὖν αὐτό. Ὁ δὲ λαβὼν, ἤνεγκε τῷ ἀββᾷ Γελασίῳ δοκιμάσαι αὐτὸ, εἰρηκὼς αὐτῷ τὴν ποσότητα ἣν καὶ ὁ πωλῶν εἶπε. Καὶ λέγει ὁ γέρων· Ἀγόρασον αὐτὸ, καλὸν γάρ ἐστι καὶ ἄξιον ἧς εἴρηκας τιμῆς. Καὶ ἐλθὼν ὁ ἄνθρωπος εἶπε
τῷ πωλοῦντι ἄλλως, καὶ οὐ καθὼς εἶπεν ὁ γέρων, λέγων· Ἰδοὺ ἔδειξα αὐτὸ τῷ ἀββᾷ Γελασίῳ, καὶ εἶπέ μοι ὅτι πολλοῦ ἐστι, καὶ οὐκ ἔστιν ἄξιον ἧς εἴρηκας τιμῆς. Ἐκεῖνος ἀκούσας, λέγει αὐτῷ· Οὐδέν σοι ἄλλο εἶπεν ὁ γέρων; Λέγει αὐτῷ· Οὐχί. Τότε λέγει· Οὐκέτι θέλω πωλῆσαι αὐτό. Κατανυγεὶς δὲ ἦλθε πρὸς τὸν γέροντα μετανοῶν, καὶ παρακαλῶν αὐτὸν δέξασθαι αὐτό. Ὁ δὲ γέρων οὐκ ἤθελε λαβεῖν. Τότε λέγει αὐτῶ ὁ ἀδελφὸς, ὅτι Ἐὰν μὴ λάβῃς αὐτὸ, οὐκ ἔχω ἀνάπαυσιν. Λέγει αὐτῷ ὁ γέρων· Εἰ οὐκ ἀναπαύῃ, ἰδοὺ δέχομαι αὐτό. Καὶ ἔμεινεν ὁ ἀδελφὸς ἐκεῖνος ἕως τῆς τελευτῆς αὐτοῦ, ὠφεληθεὶς ἀπὸ τῆς ἐργασίας τοῦ γέροντος.
βʹ. Τούτῳ τῷ ἀββᾷ Γελασίῳ κατελείφθη ποτὲ παρὰ γέροντός τινος, μοναχοῦ καὶ αὐτοῦ, περὶ τὴν Νικόπολιν τὴν οἴκησιν ἔχοντος, κελλίον καὶ τὸ περὶ αὐτὸ χωρίον. Γεωργὸς δέ τις Βακάτου τοῦ τότε πρωτεύοντος τῆς Νικοπόλεως τῆς κατὰ Παλαιστίνην, συγγενὴς ὢν τοῦ κοιμηθέντος γέροντος, προσελθὼν τῷ αὐτῷ Βακάτῳ ἠξίου λαβεῖν τὸ αὐτὸ χωρίον, ὡς δῆθεν ἐκ τῶν νόμων εἰς αὐτὸν ἐλθεῖν ὀφείλοντος. Ὁ δὲ (δράστης γὰρ ἦν) αὐτοχειρὶ τὸ χωρίον λαβεῖν ἐπειρᾶτο παρὰ τοῦ ἀββᾶ Γελασίου. Μὴ θέλων δὲ κελλίον μοναχικὸν παραδοῦναι κοσμικῷ ὁ αὐτὸς ἀββᾶς Γελάσιος, οὐ παρεχώρει. Παρατηρησάμενος δὲ ὁ Βακάτος τὰ ζῶα τοῦ ἀββᾶ Γελασίου μεταφέροντα τὰς ἐλαίας τοῦ καταλειφθέντος χωρίου αὐτῷ, βιαίως ταῦτα ἀποσπάσας, εἰς τὸν οἶκον αὐτοῦ τὰς ἐλαίας λαβὼν, μόλις μετὰ ἀτιμίας ἀπέλυσε τὰ ζῶα μετὰ τῶν κτηνιτῶν αὐτῶν. Ὁ δὲ μακάριος γέρων τοῦ μὲν καρποῦ οὐδ' ὅλως ἀντεποιήθη, τῆς δὲ δεσποτείας τοῦ χωρίου οὐ παρεχώρησε, διὰ τὴν εἰρημένην αἰτίαν. Ἐφ' ὃν ἐξαφθεὶς ὁ Βακάτος, χρειῶν καὶ ἄλλων ἑλκουσῶν αὐτὸν (φιλόδικος γὰρ ἦν), ἐπὶ Κωνσταντινούπολιν ὁρμᾷ, πεζῇ τὴν ὁδοιπορίαν ποιούμενος. Γενόμενος δὲ κατὰ τὴν Ἀντιόχειαν, τότε ὡς μεγάλου φωστῆρος λάμποντος τοῦ ἁγίου Συμεὼν, τὰ κατ' αὐτὸν ἀκούσας (ὑπὲρ ἄνθρωπον γὰρ ἦν), ἐπεθύμησεν ὡς χριστιανὸς τὸν ἅγιον θεάσασθαι. Ἰδὼν δὲ αὐτὸν ἀπὸ τοῦ στύλου ὁ ἅγιος Συμεὼν, εὐθὺς εἰσελθόντα εἰς τὸ μοναστήριον, ἠρώτα· Πόθεν εἶ, καὶ ποῦ πορεύῃ; Ὁ δέ φησιν· Ἀπὸ Παλαιστίνης εἰμὶ, καὶ εἰς Κωνσταντινούπολιν ὑπάγω. Ὁ δὲ πρὸς αὐτόν· Καὶ τίνος χάριν; Λέγει αὐτῷ ὁ Βακάτος· Διὰ χρείας πολλάς· καὶ ἐλπίζω διὰ τῶν εὐχῶν τῆς ἁγιωσύνης σου ἐπαναλῦσαι, καὶ προσκυνεῖν τὰ ἅγιά σου ἴχνη. Καὶ λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Οὐ θέλεις, ἀνέλπιστε τῶν ἀνθρώπων, εἰπεῖν ὅτι κατὰ τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἀνέρχῃ. Ἀλλ' οὐκ εὔοδά σοι ἔσται, οὐδὲ ὄψει ἔτι τὸν οἶκόν σου. Ἐὰν οὖν πείθῃ τῇ συμβουλίᾳ μου, ἐντεῦθεν ἤδη ἀναλύσας πρὸς αὐτὸν ὁρμᾷς, καὶ μετανοεῖς αὐτῷ, εἴγε ἐν τοῖς ζῶσιν ὢν καταλάβῃς τὸν τόπον. Εὐθέως οὖν ληφθεὶς ὑπὸ πυρετοῦ, καὶ ὑπὸ τῶν συνόντων ἐν λεκτικίῳ βληθεὶς, ἠπείγετο κατὰ τὸν λόγον τοῦ ἁγίου Συμεὼν καταλαβεῖν τὴν χώραν, καὶ μετανοῆσαι τῷ ἀββᾷ Γελασίῳ. Ἀλλὰ φθάσας τὴν Βήρυτον, ἐτελεύτησε, μὴ θεασάμενος τὸν οἶκον αὐτοῦ, κατὰ τὴν προφητείαν τοῦ ἁγίου. Ταῦτα ὁ υἱὸς αὐτοῦ, Βακάτος καὶ αὐτὸς λεγόμενος, μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ, πολλοῖς καὶ ἀξιοπίστοις ἀνδράσι διηγήσατο.
γʹ. Καὶ τοῦτο δὲ πολλοὶ τῶν μαθητῶν αὐτοῦ διηγήσαντο ὅτι Ποτὲ ὀψαρίου ἐνεχθέντος αὐτοῖς, τοῦτο τηγανίσας ὁ μάγειρος, εἰσήνεγκε τῷ κελλαρίτῃ· χρείας δὲ ἐπειγούσης τὸν κελλαρίτην, ἐξῆλθε τοῦ κελλαρίου, ἐάσας τὸ ὀψάριον ἐν σκεύει χαμαὶ, παραγγείλας θρεπταρίῳ μικρῷ τοῦ μακαρίου Γελασίου φυλάττειν αὐτὸ πρὸς ὥραν, ἕως οὗ ἀνακάμψῃ· τὸ δὲ παιδίον λιχνισθὲν, ἔβαλεν ἐσθίειν ἀφειδῶς τὸ ὀψάριον. Εἰσελθὼν δὲ ὁ κελλαρίτης, καὶ εὑρὼν αὐτὸ ἐσθίον, ἀγανακτήσας κατὰ τοῦ παιδὸς χαμαὶ καθημένου, ἀπαρατηρήτως τῷ ποδὶ ὤθησεν· ἐξ ἐνεργείας δέ τινος, κατὰ καιρίου κρουσθεὶς, λειποθυμήσας ἀπέθανεν. Ὁ δὲ κελλαρίτης φόβῳ κατασχεθεὶς, ἀνακλίνας τοῦτον ἐν τῇ ἰδίᾳ στρώσει, καὶ σκεπάσας, ἀπαγγέλλων αὐτῷ τὸ γενόμενον. Ὁ δὲ παραγγείλας αὐτῷ μηδενὶ ἄλλῳ εἰπεῖν, ἐκέλευσεν αὐτῷ μετὰ τὸ πάντας ἡσυχάσαι ἑσπέρας, εἰσενέγκαι αὐτὸ εἰς τὸ διακονικὸν, καὶ θεῖναι ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀναχωρῆσαι. Καὶ ἐλθὼν ὁ γέρων εἰς τὸ διακονικὸν, ἔστη εἰς προσευχήν· καὶ τῇ ὥρᾳ τῆς νυκτερινῆς ψαλμῳδίας, συναχθέντων τῶν ἀδελφῶν, ἐξῆλθεν ὁ γέρων ἔχων ἀκολουθοῦν αὐτὸ τὸ μειράκιον· μηδενὸς τὸ γενόμενον εἰδότος, πλὴν αὐτοῦ, καὶ τοῦ κελλαρίτου, ἕως τῆς αὐτοῦ τελευτῆς.
δʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Γελασίου, οὐχ οἱ μαθηταὶ αὐτοῦ μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν πυκνῶς αὐτῷ παραβαλόντων διηγοῦντο, ὅτι ἐν τῷ καιρῷ τῆς οἰκουμενικῆς συνόδου τῆς ἐν Καλχηδόνι, Θεοδόσιος ὁ προκατάρξας ἐν Παλαιστίνῃ τοῦ κατὰ Διόσκορον σχίσματος, προλαβὼν τοὺς ἐπισκόπους ἐπανελθεῖν μέλλοντας ἐπὶ τὰς ἰδίας Ἐκκλησίας (παρῆν γὰρ καὶ αὐτὸς ἐν Κωνσταντινουπόλει, διωχθεὶς ἀπὸ τῆς ἰδίας πατρίδος ὡς ταραχαῖς ἀεὶ χαίρων), ὥρμησε πρὸς τὸν ἀββᾶν Γελάσιον εἰς τὸ αὐτοῦ μοναστήριον, λέγων κατὰ τῆς συνόδου, ὡς τὸ Νεστορίου δόγμα κυρωσάσης· διὰ τούτου νομίζων τὸν ἅγιον ὑφαρπάζει, πρὸς συνεργίαν τῆς αὐτοῦ ῥᾳδιουργίας καὶ τοῦ κατ' αὐτὸν σχίσματος. Ὁ δὲ ἐκ τῆς τοῦ ἀνδρὸς καταστάσεως, καὶ ἐκ τῆς προσούσης αὐτῷ θεόθεν συνέσεως, τὸ διεφθαρμένον τῆς αὐτοῦ γνώμης καταλαβὼν, οὐ συναπήχθη τῇ αὐτοῦ ἀποστασίᾳ, ὡς οἱ τότε σχεδὸν πάντες, ἀλλ' ἀξίως αὐτὸν ἀτιμάσας ἀπέπεμψεν. Εἰς μέσον γὰρ ἐνεγκὼν τὸ θρεπτάριον ὅπερ ἐκ νεκρῶν ἀνέστησεν, ἔλεγεν ἐν ἤθει σεμνῷ οὕτως· Ἐὰν περὶ πίστεως θέλῃς διαλεχθῆναι, ἔχεις τοῦτον παρὰ σοῦ ἀκούοντα καὶ διαλεγόμενόν σοι· ἐμοὶ γὰρ οὐ σχολὴ τὰ παρὰ σοῦ ἀκούειν. Ἐπὶ τούτοις διατραπεὶς, καὶ ἐπὶ τὴν ἁγίαν πόλιν ὁρμήσας, συναρπάζει μὲν ὅλον τὸ μοναχικὸν, ἐν προσχήματι θείου ζήλου· συναρπάζει δὲ καὶ τὴν Αὐγούσταν τότε παροῦσαν· καὶ οὕτως συνεργὸν λαβὼν, βίᾳ κατέσχε τὸν θρόνον Ἱεροσολύμων· φόνοις τοῦτον προαρπάσας, καὶ τὰ ἄλλα ἀθέμιτα καὶ ἀκανόνιστα διαπράξας, ἃ μέχρι νῦν πολλοὶ μνημονεύουσι. Τότε δὴ ὡς ἐγκρατὴς γενόμενος, καὶ τοῦ σκοποῦ ἐπιτυχὼν, καὶ ἐπισκόπους πλείστους χειροτονήσας, προλαμβάνων τοὺς θρόνους τῶν ἐπισκόπων μηδέπω ἐπανελθόντων, μεταστέλλεται καὶ τὸν ἀββᾶν Γελάσιον· καὶ προτρέπεται εἰς τὸ ἱερατεῖον, δελεάζων ἅμα καὶ ἐκφοβῶν. Εἰσελθόντι οὖν αὐτῷ εἰς τὸ ἱερατεῖον, ἔλεγεν ὁ Θεοδόσιος· Ἀναθεμάτισον Ἰουβενάλιον. Ὁ δὲ μηδὲν καταπλαγεὶς, Ἄλλον οὐκ οἶδα, φησὶν, ἐπίσκοπον Ἱεροσολύμων, εἰ μὴ Ἰουβενάλιον. Εὐλαβηθεὶς δὲ ὁ Θεοδόσιος, μὴ καὶ ἄλλοι τὸν εὐσεβῆ αὐτοῦ ζῆλον μιμήσωνται, κελεύει αὐτὸν εὐφυῶς ἔξω βληθῆναι τῆς ἐκκλησίας. Παραλαβόντες δὲ αὐτὸν οἱ τοῦ αὐτοῦ σχήματος, περιέστησαν αὐτῷ ξύλα, καίειν αὐτὸν ἀπειλοῦντες. Ὁρῶντες δὲ αὐτὸν μηδὲ οὕτως ἐνδιδόντα, μηδὲ καταπτήσσοντα, καὶ εὐλαβούμενοι τὴν τοῦ δήμου ἔγερσιν, διὰ τὸ περιβόητον εἶναι τὸν ἄνδρα (τὸ ὅλον ἐκ τῆς ἄνωθεν ἦν Προνοίας), ἀπέλυσαν ἀβλαβῆ τὸν μάρτυρα, τό γε ἐφ' ἑαυτῷ Χριστῷ ὁλοκαυτωθέντα.
εʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ἐν νεότητι τὸν ἀκτήμονα βίον καὶ ἀναχωρητικὸν μετήρχετο· ἦσαν δὲ κατ' αὐτὸν τὸν καιρὸν καὶ ἄλλοι πλεῖστοι κατὰ τοὺς αὐτοὺς τόπους, τὸν αὐτὸν βίον αὐτῷ συνασπαζόμενοι· ἐν οἷς καὶ γέρων τις ἦν εἰς ἄκρον ἁπλούστατος καὶ ἀκτήμων, ἐν μονοκελλίῳ οἰκήσας ἄχρι τελευτῆς, καίπερ μαθητὰς ἐσχηκὼς ἐν τῷ γήρᾳ αὐτοῦ. Οὗτος ἤσκησε φυλάξαι τὸ μὴ κτήσασθαι δύο χιτῶνας, μηδὲ μεριμνῆσαι περὶ τῆς αὔριον μετὰ τῶν συνόντων αὐτῷ μέχρι θανάτου. Ὅτε οὖν συνέβη τὸν ἀββᾶν Γελάσιον, ἐκ θείας συνεργίας συστήσασθαι τὸ κοινόβιον, προσεφέροντο αὐτῷ καὶ χωρία πολλά· ἐκτήσατο δὲ καὶ τὰ πρὸς τὰς χρείας τοῦ κοινοβίου κτήνη ἀχθοφόρα καὶ βόας. Ὁ γὰρ χρηματίσας τῷ θείῳ Παχωμίῳ ἐν πρώτοις κοινόβιον συστήσασθαι, καὶ τούτῳ συνήργει εἰς τὴν πᾶσαν τοῦ μοναστηρίου σύστασιν. Ἐν τούτοις οὖν βλέπων αὐτὸν ὁ προειρημένος γέρων, καὶ γνησίαν σώζων πρὸς αὐτὸν ἀγάπην, ἔλεγεν αὐτῷ· Φοβοῦμαι, ἀββᾶ Γελάσιε, μὴ δεθῇ ὁ λογισμός σου εἰς τὰ χωρία καὶ τὴν λοιπὴν κτῆσιν τοῦ κοινοβίου. Ὁ δὲ πρὸς αὐτόν. Δέδεται μᾶλλον ὁ λογισμός σου εἰς τὸ κεντητῆριν ἐν ᾧ ἐργάζῃ, ἢ ὁ λογισμὸς Γελασίου εἰς τὰ κτήματα.
ϛʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Γελασίου, ὅτι πολλάκις ἐνοχληθεὶς ὑπὸ τῶν λογισμῶν ἀπελθεῖν εἰς τὴν ἔρημον, μιᾷ τῶν ἡμερῶν λέγει τῷ μαθητῇ αὐτοῦ· Ποίησον ἀγάπην, ἀδελφὲ, καὶ εἴ τι δ' ἂν ποιήσω, βάσταξον, καὶ μηδὲν λαλήσῃς μοι τὴν ἑβδομάδα ταύτην. Καὶ λαβὼν βαΐνην ῥάβδον, ἤρξατο περιπατεῖν εἰς τὸ αὐλύδριον αὐτοῦ· καὶ κοπιάσας ἐκάθισε μικρὸν, καὶ πάλιν ἀναστὰς περιεπάτει. Γενομένης δὲ ἑσπέρας, λέγει τῷ λογισμῷ· Ὁ εἰς τὴν ἔρημον περιπατῶν ἄρτον οὐκ ἐσθίει, ἀλλὰ βοτάνας· σὺ δὲ διὰ τὴν ἀσθένειάν σου φάγε λεπτολάχανον. Καὶ ποιήσας οὕτως, πάλιν λέγει τῷ λογισμῷ· Ὁ εἰς τὴν ἔρημον ὑπὸ στέγην οὐ κοιμᾶται, ἀλλὰ ὑπὸ τὸν ἀέρα· καὶ οὖν ποίησον οὕτως· καὶ κλίνας ἑαυτὸν, κοιμᾶται εἰς τὸ αὐλύδριον. Ποιήσας οὖν τρεῖς ἡμέρας περιπατῶν ἐν τῷ μοναστηρίῳ, καθ' ἐσπέραν ἐσθίων μικρὰς σέρεις, τὰς δὲ νύκτας κοιμώμενος ὑπὸ τὸν ἀέρα, ἐκοπίασε· καὶ ἐπιτιμήσας τῷ λογισμῷ τῷ ὀχλοῦντι αὐτῷ, ἤλεγχεν αὐτὸν, λέγων· Εἰ οὐ δύνασαι ποιῆσαι τὰ ἔργα τῆς ἐρήμου, κάθου εἰς τὸ κελλίον σου μεθ' ὑπομονῆς, κλαίων τὰς ἁμαρτίας σου, καὶ μὴ πλάζου· πανταχοῦ γὰρ ὁ τοῦ Θεοῦ ὀφθαλμὸς βλέπει τὰ ἔργα τῶν ἀνθρώπων, καὶ οὐδὲν αὐτῷ λανθάνει, καὶ συνιεῖ τοὺς ἀγαθὸν ἐργαζομένους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου