Πέμπτη, 2 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Δουλᾶ.


Περὶ τοῦ ἀββᾶ Δουλᾶ.
αʹ. Εἶπεν ὁ ἀββᾶς Δουλᾶς· Ἐὰν ὁ ἐχθρὸς βιάζηται ἡμᾶς καταλιπεῖν τὴν ἡσυχίαν, μὴ ἀκούσωμεν αὐτοῦ· οὐδὲν γὰρ ὅμοιον αὐτῆς, καὶ τῆς ἀσιτίας. Συγκρίνεται εἰς συμμαχίαν κατ' αὐτοῦ· ὀξυδορκίαν γὰρ παρέχουσι τοῖς ἔνδον ὄμμασιν.
βʹ. Εἶπε πάλιν· Κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ πόλεμος πρὸς τὸν νοῦν περιστατικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου