Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ Θηβαίου.


Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ Θηβαίου.
Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ ὁ Θηβαῖος, ὅτι τρία πράγματά ἐστιν ἔντιμα ἐνώπιον Κυρίου· ὅταν ἄνθρωπος ἀσθενῇ, καὶ προστίθενται αὐτῷ πειρασμοὶ, καὶ μετ' εὐχαριστείας δέχεται αὐτούς. Τὸ δὲ δεύτερόν ἐστιν, ὅταν τις ποιῇ πάντα τὰ ἔργα αὐτοῦ καθαρὰ ἐνώπιον τοῦ Θεοῦ, καὶ μηδὲν ἔχοντα ἀνθρώπινον. Τὸ δὲ τρίτον, ὅταν τις ἐν ὑποταγῇ καθέζηται πατρὸς πνευματικοῦ, καὶ πᾶσιν ἀποτάσσηται τοῖς ἰδίοις θελήμασιν. Ἔχει δὲ οὗτος ἕνα στέφανον περισσόν. Ἐγὼ δὲ τὴν ἀσθένειαν ᾑρησάμην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου