Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Τιμοθέου.


Περὶ τοῦ ἀββᾶ Τιμοθέου.
Ἠρώτησεν ὁ ἀββᾶς Τιμόθεος ὁ πρεσβύτερος τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἔστι γυνή τις ἐν Αἰγύπτῳ, ἥτις πορνεύει, καὶ τὸν μισθὸν αὐτῆς διδεῖ ἐλεημοσύνην. Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὐ μενεῖ ἐν τῇ πορνείᾳ· φαίνεται γὰρ ἐν αὐτῇ καρπὸς πίστεως. Ἐγένετο δὲ ἐλθεῖν τὴν μητέρα τοῦ πρεσβυτέρου Τιμοθέου πρὸς αὐτόν. Καὶ ἠρώτησεν αὐτὴν, λέγων· Ἐκείνη ἡ γυνὴ ἔμεινε πορνεύουσα; Ἡ δὲ λέγει· Ναί· καὶ προσέθηκε τοὺς ἐραστὰς αὐτῆς· πλὴν καὶ εἰς τὴν ἐλεημοσύνην. Καὶ ἀνήγγειλεν ὁ ἀββᾶς Τιμόθεος τῷ ἀββᾷ Ποιμένι. Ὁ δὲ εἶπεν· Οὐ μενεῖ ἐν τῇ πορνείᾳ. Ἐλθοῦσα δὲ πάλιν ἡ μήτηρ τοῦ ἀββᾶ Τιμοθέου, εἶπεν αὐτῷ· Οἶδας ὅτι ἡ πόρνη ἐκείνη ἐζήτει ἐλθεῖν μετ' ἐμοῦ, ἵνα εὔξῃ ὑπὲρ αὐτῆς; Ὁ δὲ ἀκούσας ἀνήγγειλε τῷ ἀββᾷ Ποιμένι. Λέγει αὐτῷ· Μᾶλλον σὺ ἄπελθε, καὶ σύντυχε αὐτῇ. Καὶ ἀπῆλθεν ὁ ἀββᾶς Τιμόθεος, καὶ συνέτυχεν αὐτῇ. Ἡ δὲ ἰδοῦσα αὐτὸν, καὶ ἀκούσασα παρ' αὐτοῦ τὸν λόγον τοῦ Θεοῦ, κατενύγη, καὶ ἔκλαυσε, καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἀπὸ τῆς σήμερον προσκολλῶμαι τῷ Θεῷ, καὶ οὐ προσθήσω ἔτι τοῦ πορνεύειν. Καὶ εὐθέως εἰσελθοῦσα εἰς μοναστήριον εὐηρέστησε τῷ Θεῷ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου