Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ὀρσισίου.


Περὶ τοῦ ἀββᾶ Ὀρσισίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὀρσίσιος· Πλίνθος ὠμὴ, βαλλομένη εἰς θεμέλιον ἐγγὺς ποταμοῦ, οὐχ ὑπομένει μίαν ἡμέραν· ὀπτὴ δὲ, ὡς λίθος διαμένει. Οὕτως ἄνθρωπος σαρκικὸν φρόνημα ἔχων, καὶ μὴ πυρωθεὶς κατὰ τὸν Ἰωσὴφ τῷ φόβῳ τοῦ Θεοῦ, λύεται προελθὼν εἰς ἀρχήν. Πολλοὶ γὰρ τῶν τοιούτων οἱ πειρασμοὶ, ἐν μέσῳ ἀνθρώπων ὄντων. Καλὸν δέ τινα εἰδότα τὰ ἴδια μέτρα, ἀποφεύγειν τὸ βάρος τῆς ἀρχῆς. Οἱ δὲ ἑδραῖοι τῇ πίστει, ἀμετακίνητοί εἰσι. Περὶ αὐτοῦ γὰρ τοῦ ἁγιωτάτου Ἰωσὴφ ἐὰν θελήσῃ τις λαλῆσαι, λέγει, ὅτι οὐκ ἐπίγειος ἦν. Πόσα ἐπειράσθη, καὶ ἐν ποίᾳ χώρᾳ, ὅπου οὐκ ἦν τότε ἴχνος θεοσεβείας; Ἀλλ' ὁ Θεὸς τῶν πατέρων αὐτοῦ ἧν μετ' αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πάσης θλίψεως, καὶ νῦν ἐστι μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ἡμεῖς τοίνυν ἐπιγνόντες τὰ ἑαυτῶν μέτρα, ἀγωνισώμεθα· μόλις γὰρ οὕτω δυνησόμεθα ἐκφυγεῖν τὴν κρίσιν τοῦ Θεοῦ.
βʹ. Εἶπε πάλιν· Νομίζω ἐὰν μὴ ἄνθρωπος φυλάξῃ τὴν ἑαυτοῦ καρδίαν καλῶς, πάντα ὅσα ἤκουσεν ἐπιλανθάνεται καὶ ἀμελεῖ· καὶ οὕτως ὁ ἐχθρὸς εὑρὼν ἐν αὐτῷ τόπον, καταβάλλει αὐτόν. Ὥσπερ γὰρ λύχνος σκευασθεὶς καὶ φαίνων, ἐὰν ἀμεληθῇ λαβεῖν ἔλαιον, κατ' ὀλίγον σβέννυται, καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ' αὐτοῦ· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἔνι ὅταν καὶ μῦς περὶ αὐτὸν ἐρχόμενος καὶ ζητῶν τὸ ἐλλύχνιον καταφαγεῖν, πρὸ μὲν τοῦ σβεσθῆναι τὸ ἔλαιον, οὐ δύναται· ἐὰν δὲ ἴδῃ ὅτι οὐ μόνον φῶς οὐκ ἔχει, ἀλλ' οὐδὲ θέρμην πυρὸς, τότε τὸ ἐλλύχνιον ἀνασπάσαι θέλων, καταβάλλει καὶ τὸν λύχνον· καὶ ἐὰν μὲν ᾖ ὀστράκινον, συντρίβεται· ἐὰν δὲ χαλκοῦν εὑρεθῇ, ὑπὸ τοῦ οἰκοδεσπότου σκευάζεται ἄνωθεν· οὕτως ἀμελούσης ψυχῆς, ὅσον ὅσον τὸ Πνεῦμα τὸ ἅγιον ὑποχωρεῖ, ἕως τέλεον ἀποσβεσθῇ τῆς θέρμης αὐτῆς· καὶ λοιπὸν ὁ ἐχθρὸς, καταφαγὼν τὴν προθυμίαν τῆς ψυχῆς, καὶ τὸ σῶμα ἀφανίζει κακία. Ἐὰν δὲ ᾖ ἐκεῖνος καλὸς τῇ διαθέσει πρὸς τὸν Θεὸν, ἁπλῶς δὲ ἡρπάγει εἰς ἀμέλειαν, ὁ Θεὸς ὡς οἰκτίρμων, βαλὼν εἰς αὐτὸν τὸν φόβον αὐτοῦ, καὶ τῶν κολάσεων τὴν μνήμην, παρασκευάζει νήφειν αὐτὸν, καὶ τηρεῖν ἑαυτὸν εἰς τὰ ἔμπροσθεν μετὰ ἀσφαλείας πολλῆς, ἕως τῆς ἐπισκοπῆς αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου