Κυριακή, 12 Αυγούστου 2012

Περὶ τῆς ἀμμᾶς Σάῤῥας.


Περὶ τῆς ἀμμᾶς Σάῤῥας.
αʹ. Διηγήσαντο περὶ τῆς ἀμμᾶς Σάῤῥας, ὅτι ἔμεινε δεκατρία ἔτη πολεμουμένη κραταιῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας, καὶ οὐδέποτε ηὔξατο ἀποστῆναι τὸν πόλεμον, ἀλλὰ μᾶλλον ἔλεγεν· Ὁ Θεὸς, δός μοι ἰσχύν.
βʹ. Ἐπέθετο αὐτῇ ποτε σφοδρότερον τὸ αὐτὸ πνεῦμα τῆς πορνείας, ὑποβάλλον αὐτῇ τὰ τοῦ κόσμου μάταια. Ἡ δὲ μὴ ἐνδοῦσα τῷ τοῦ Θεοῦ φόβῳ καὶ τῇ ἀσκήσει, ἀνῆλθεν ἐν μιᾷ εἰς τὸ δωμάτιον αὐτῆς προσεύξασθαι. Καὶ ὤφθη αὐτῇ σωματικῶς τὸ πνεῦμα τῆς πορνείας, καὶ εἶπεν αὐτῇ· Σύ με ἐνίκησας, Σάῤῥα. Ἡ δὲ εἶπεν· Οὐκ ἐνίκησά σε ἐγὼ, ἀλλ' ὁ Δεσπότης μου Χριστός.
γʹ. Ἔλεγον περὶ αὐτῆς, ὅτι ἐπάνω τοῦ ποταμοῦ ἔμεινεν ἑξήκοντα ἔτη οἰκοῦσα, καὶ οὐ παρέκυψεν ἰδεῖν αὐτόν.
δʹ. Ἄλλοτε ἦλθον δύο γέροντες ἀναχωρηταὶ μεγάλοι ἀπὸ τῶν μερῶν τοῦ Πηλουσίου πρὸς αὐτήν· καὶ ἀπερχόμενοι ἔλεγον πρὸς ἀλλήλους· Ταπεινώσωμεν τὴν γραΐδα ταύτην. Καὶ λέγουσιν αὐτῇ· Βλέπε μὴ ἐπαρθῇ ὁ λογισμός σου, καὶ εἴπῃς, ὅτι Ἰδοὺ οἱ ἀναχωρηταὶ πρὸς μὲ ἔρχονται γυναῖκα οὖσαν. Λέγει αὐτοῖς ἡ ἀμμᾶς Σάῤῥα· Τῇ μὲν φύσει γυνή εἰμι, ἀλλ' οὐ τῷ λογισμῷ.
εʹ. Εἶπεν ἡ ἀμμᾶς Σάῤῥα· Ἐὰν εὔξωμαι τῷ Θεῷ, ἵνα πάντες οἱ ἄνθρωποι πληροφορῶνται εἰς ἐμὲ, εὑρεθήσομαι εἰς τὴν θύραν ἑκάστου μετανοοῦσα· ἀλλὰ μᾶλλον εὔξομαι τὴν καρδίαν μου ἁγνὴν εἶναι μετὰ πάντων.
ϛʹ. Εἶπε πάλιν, ὅτι Βάλλω τὸν πόδα μου ἐπὶ τὴν κλίμακα ἀναβῆναι, καὶ τιθῶ τὸν θάνατον πρὸ ὀφθαλμῶν μου πρὸ τοῦ ἀναβῆναί με εἰς αὐτήν.
ζʹ. Εἶπε πάλιν, ὅτι καλόν ἐστι καὶ δι' ἀνθρώπους ποιεῖν ἐλεημοσύνην. Εἰ γὰρ καὶ δι' ἀνθρωπαρεσκίαν, ἀλλ' ἔρχεται πάλιν εἰς Θεοῦ ἀρέσκειαν.
ηʹ. Παρέβαλόν ποτε Σκητιῶται τῇ ἀμμᾷ Σάῤῥᾳ. Ἡ δὲ παρέθηκεν αὐτοῖς κανίσκιν. Οἱ δὲ ἀφέντες τὰ καλὰ, ἔφαγον τὰ σαπρά. Καὶ εἶπεν αὐτοῖς· Ὄντως Σκητιῶταί ἐστε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου