Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ ἁπλοῦ.


Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ ἁπλοῦ.
Ὁ μακάριος ἀββᾶς Παῦλος ὁ ἁπλοῦς ὁ τοῦ ἁγίου Ἀντωνίου μαθητὴς, διηγήσατο τοῖς Πατράσι πρᾶγμα τοιοῦτον· ὅτι ποτὲ παραγενόμενος ἐν μοναστηρίῳ ἐπισκέψεως ἕνεκεν καὶ ὠφελείας χάριν ἀδελφῶν, μετὰ τὴν πρὸς ἀλλήλους αὐτῶν συνήθη διάλεκτον, εἴσεισιν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ τὴν συνήθη σύναξιν ἐπιτελέσαι. Ὁ δὲ μακάριος Παῦλος, φησὶ, προσέσχεν ἑκάστῳ τῶν εἰσιόντων εἰς τὴν ἐκκλησίαν, ὁποίᾳ ἄρα ψυχῇ εἰσίασιν εἰς τὴν σύναξιν· εἶχε γὰρ καὶ ταύτην τὴν χάριν παρὰ Κυρίου δοθεῖσαν αὐτῷ, ὥστε ὁρᾷν ἕκαστον ὁποῖός ἐστι τῇ ψυχῇ, ὥσπερ ἡμεῖς βλέπομεν ἀλλήλων τὰ πρόσωπα. Πάντων δὲ εἰσιόντων λαμπρᾷ τῇ ὄψει καὶ φαιδρῷ τῷ προσώπῳ, τόν τε ἑκάστου ἄγγελον χαίροντα ἐπ' αὐτῷ· ἕνα, φησὶν, ὁρᾷ μέλαντα καὶ ζοφώδη ὅλον τὸ σῶμα, δαίμονας δὲ παρ' ἑκατέρᾳ τοῦτον συνέχοντας καὶ ἕλκοντας αὐτὸν πρὸς ἑαυτοὺς, φορβειὰν ἐπὶ τὴν ῥῖνα αὐτοῦ βάλλοντας· τόν τε ἅγιον ἄγγελον αὐτοῦ ἀπὸ μακρόθεν ἀκολουθοῦντα σκυθρωπὸν καὶ κατηφῆ. Ὁ δὲ Παῦλος δακρύσας, καὶ τῇ χειρὶ τὸ στῆθος πλήξας, ἐκαθέζετο πρὸ τῆς ἐκκλησίας, ἀποκλαιόμενος σφόδρα τὸν οὕτως ὀφθέντα αὐτῷ. Οἱ δὲ θεασάμενοι τὸ παράδοξον τοῦ ἀνδρὸς, τήν τε ὀξεῖαν αὐτοῦ μεταβολὴν, πρὸς δάκρυα καὶ πένθος κινήσαντα, ἠρώτων αὐτὸν παρακαλοῦντες τὸ διατί κλαίει εἰπεῖν, νομίζοντες μήτι καταγνοὺς ἁπάντων τοῦτο ποιεῖ· παρεκάλουν τε αὐτὸν καὶ εἰς τὴν σύναξιν σὺν αὐτοῖς εἰσιέναι. Ὁ δὲ Παῦλος ἀποσεισάμενος αὐτοὺς ἐκαθέζετο ἔξω, ἀποδυρόμενος
πάνυ τὸν οὕτως ὀφθέντα αὐτῷ. Μετ' οὐ πολὺ δὲ τῆς συνάξεως ἀπολυθείσης, καὶ πάντων ἐξιόντων, πάλιν κατεμάνθανεν ὁ Παῦλος ἕκαστον, βουλόμενος γνῶναι οἷοι ἐξέρχονται· καὶ ὁρᾷ τὸν ἄνδρα ἐκεῖνον, τὸν μέλαν καὶ ζοφῶδες ἔχοντα τὸ πρὶν ὅλον τὸ σῶμα, ἐξερχόμενον ἀπὸ τῆς ἐκκλησίας λαμπρὸν τῷ προσώπῳ, λευκὸν τῷ σώματι, καὶ τοὺς δαίμονας μακράν που ἀκολουθοῦντας, τόν τε ἅγιον ἄγγελον ἐγγὺς αὐτοῦ παρεπόμενον καὶ χαίροντα ἐπ' αὐτῷ σφόδρα. Ὁ δὲ Παῦλος ἀναπηδήσας μετὰ χαρᾶς, ἐβόα εὐλογῶν τὸν Θεὸν, καὶ λέγων· Ὢ τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος! Δραμὼν δὲ καὶ ἀναβὰς ἐπὶ βαθμοῦ ὑψηλοῦ, μεγάλῃ τῇ φωνῇ ἔλεγε· Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς φοβερὰ καὶ πάσης ἐκπλήξεως ἄξια. Δεῦτε καὶ ἴδετε τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ εἴπωμεν· Σὺ μόνος δύνασαι ἀφαιρεῖν ἁμαρτίας. Συνέτρεχον δὲ πάντες μετὰ σπουδῆς, τῶν λεγομένων ἀκοῦσαι βουλόμενοι. Καὶ συνελθόντων πάντων, διηγεῖτο ὁ Παῦλος τὰ ὁραθέντα αὐτῷ πρὸ τῆς εἰσόδου τῆς ἐκκλησίας, καὶ μετὰ ταῦτα πάλιν, καὶ ἠξίου τὸν ἄνδρα ἐκεῖνον λέγειν τὴν αἰτίαν, δι' ἣν αὐτῷ τὴν τοσαύτην μεταβολὴν αἰφνιδίως ὁ Θεὸς ἐχαρίσατο. Ὁ δὲ ἄνθρωπος ἐλεγχθεὶς ὑπὸ τοῦ Παύλου, ἐνώπιον πάντων ἀνυποστόλως διηγεῖτο τὰ καθ' ἑαυτὸν, λέγων· Ἐγὼ ἄνθρωπός εἰμι ἁμαρτωλὸς, φησὶ, καὶ ἐκ πολλοῦ τοῦ χρόνου πορνείαις συνέζων μέχρι τοῦ νῦν· εἰσελθὼν δὲ νῦν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, ἤκουσα τοῦ ἁγίου προφήτου Ἡσαΐου ἀναγινωσκομένου, μᾶλλον δὲ τοῦ Θεοῦ λαλοῦντος δι' αὐτοῦ· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν καρδιῶν ὑμῶν· ἀπέναντι τῶν ὀφθαλμῶν μου, μάθετε καλὸν ποιεῖν. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐγὼ δὲ, φησὶν, ὁ πόρνος, ἐπὶ τῷ λόγῳ τοῦ προφήτου κατανυγεὶς τὴν ψυχὴν, καὶ στενάξας ἐν τῇ διανοίᾳ μου, εἶπον πρὸς τὸν Θεὸν, ὅτι Σὺ ὁ Θεὸς, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ἃ νῦν διὰ τοῦ προφήτου σου ἐπηγγείλω, ταῦτα καὶ εἰς ἐμὲ πλήρωσον τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν δίδωμί σοι λόγον, συντάσσομαι δὲ, καὶ ἐκ καρδίας ἐξομολογοῦμαί σοι, ὅτι οὐ μὴ πράξω ἔτι τι τῶν κακῶν· ἀλλὰ ἀποτάσσομαι πᾶσαν παρανομίαν, καὶ δουλεύσω σοι ἀπὸ τοῦ νῦν ἐν καθαρᾷ συνειδήσει. Σήμερον, ὦ Δέσποτα, καὶ ἐκ τῆς ὥρας ταύτης, δέξαι με μετανοοῦντα, καὶ προσπίπτοντά σοι, καὶ ἀπεχόμενον τοῦ λοιποῦ πάσης ἁμαρτίας. Ἐπὶ ταύταις, φησὶ, ταῖς συνθήκαις ἐξῆλθον ἀπὸ τῆς ἐκκλησίας, κρίνας ἐν τῇ ἐμαυτοῦ ψυχῇ, μηκέτι μηδὲν φαῦλον πρᾶξαι ἀπέναντι τοῦ Θεοῦ. Ἀκούσαντες δὲ πάντες ἀνεβόων μιᾷ φωνῇ πρὸς τὸν Θεόν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Γινώσκοντες τοίνυν, ὦ Χριστιανοὶ, ἐκ τῶν θείων Γραφῶν, καὶ ἐκ τῶν ἁγίων ἀποκαλύψεων, ὅσην ἔχει ὁ Θεὸς ἀγαθότητα περὶ τοὺς εἰς αὐτὸν γνησίως καταφεύγοντας, καὶ διὰ μετανοίας τὰ πρότερον αὐτοῖς ἐπταισμένα διορθουμένους, καὶ ὅτι ἀποδίδωσι πάλιν τὰ ἐπηγγελμένα ἀγαθὰ, οὐκ εἰσπραττόμενος δίκας ὑπὲρ τῶν προτέρων ἁμαρτιῶν, μὴ ἀπελπίσωμεν τῆς ἑαυτῶν σωτηρίας. Ὥσπερ γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου ἐπηγγείλατο, τοὺς ἐν ἁμαρτίαις βεβορβορωμένους πλύνειν, καὶ ὡς ἔριον καὶ ὡς χιόνα λευκαίνειν, καὶ τῶν ἀγαθῶν τῆς ἐπουρανίου Ἱερουσαλὴμ ἀξιοῦν· οὕτως αὖθις διὰ τοῦ ἁγίου προφήτου Ἰεζεκιὴλ, μεθ' ὅρκου ἡμᾶς πληροφορεῖ μὴ ἀπολλύειν· Ζῶ γὰρ, φησὶ, λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου