Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Νετρᾶ.


Περὶ τοῦ ἀββᾶ Νετρᾶ.
Διηγήσαντο περὶ τοῦ ἀββᾶ Νετρᾶ μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ὅτε ἐκάθητο εἰς τὸ κελλίον αὐτοῦ ἐν τῷ ὄρει τῷ Σινᾷ, συμμέτρως ἐδιοίκει ἑαυτὸν πρὸς τὴν χρείαν τοῦ σώματος· ὅτε δὲ ἐγένετο ἐπίσκοπος εἰς Φαρὰν, πολλὰ ἔσφιγγεν ἑαυτὸν εἰς σκληραγωγίαν. Καὶ λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Ἀββᾶ, ὅτε ἤμεθα εἰς τὴν ἔρημον, οὐκ ἤσκεις οὕτως. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐκεῖ ἔρημος ἦν, καὶ ἡσυχία, καὶ πτωχεία, καὶ ἤθελον κυβερνῆσαι τὸ σῶμα, ἵνα μὴ ἀσθενήσω, καὶ ζητήσω ἃ οὐκ εἶχον. Νῦν δὲ κόσμος ἐστὶ, καὶ ἀφορμαί εἰσιν· ἐὰν δὲ καὶ ἀσθενήσω ὧδε, ἔστιν ὁ ἀντιλαμβανόμενός μου, ἵνα ἡ ἀπολέσω τὸν μοναχόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου