Δευτέρα, 6 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἡσαΐου.


Περὶ τοῦ ἀββᾶ Ἡσαΐου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ἡσαΐας, ὅτι οὐδὲν οὕτως λυσιτελεῖ τῷ ἀρχαρίῳ, ὡς ἡ ὕβρις. Ὥσπερ γὰρ δένδρον καθ' ἑκάστην ποτιζόμενον, οὕτως ἀρχάριος ὑβριζόμενος καὶ ὑπομένων.
βʹ. Ἔλεγε πάλιν πρὸς τοὺς καλῶς ἀρχομένους καὶ ὑποτασσομένους Πατράσιν ἁγίοις, ὅτι Ἡ πρώτη βαφὴ οὐκ ἀποβάλλει, ὡς ἐπὶ πορφύρας. Καί· ὅτι Ὥσπερ οἱ κλάδοι οἱ ἁπαλοὶ εὐχερῶς μεταστρέφονται καὶ κάμπτονται, οὕτως καὶ οἱ ἀρχάριοι ὄντες ἐν ὑποταγῇ.
γʹ. Ἔλεγε πάλιν, ὅτι ἀρχάριος μεταβαίνων ἀπὸ μοναστηρίου εἰς μοναστήριον, ἔοικε ζώῳ ὑπὸ φορβαίας ἐνταῦθα κἀκεῖσε ἐλαυνομένῳ.
δʹ. Εἶπε πάλιν, ὅτι ὁ πρεσβύτερος τοῦ Πηλουσίου, γενομένης ἀγάπης, καὶ τῶν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ ἐσθιόντων, καὶ συλλαλούντων ἀλλήλοις, ἐπιτιμήσας αὐτοῖς εἶπε· Σιωπᾶτε, ἀδελφοί· εἶδον ἐγὼ ἀδελφὸν ἐσθίοντα μεθ' ὑμῶν, καὶ πίνοντα ποτήρια ὅσα ὑμεῖς, καὶ ἡ εὐχὴ αὐτοῦ ἀναβαίνει ἐνώπιον τοῦ Θεοῦ ὡς πῦρ.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἡσαΐου, ὅτι ποτὲ ἔλαβε θαλλίον, καὶ ἀπῆλθεν εἰς τὴν ἅλωνα, καὶ λέγει τῷ γεούχῳ· Δός μοι σῖτον. Καὶ λέγει αὐτῷ· Καὶ σὺ ἐθέρισας, ἀββᾶ; Λέγει· Οὐχί. Καὶ λέγει αὐτῷ ὁ γεοῦχος· Πῶς οὖν θέλεις σῖτον λαβεῖν, μὴ θερίσας; Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκοῦν ἐὰν μή τις θερίσῃ, οὐ λαμβάνει μισθόν; Λέγει ὁ γεοῦχος· Οὐχί. Καὶ οὕτως ἀνεχώρησεν ὁ γέρων. Οἱ δὲ ἀδελφοὶ, ἰδόντες τί ἐποίησεν, ἔβαλον αὐτῷ μετάνοιαν, παρακαλοῦντες μαθεῖν τί τοῦτο ἐποίησε. Λέγει αὐτοῖς ὁ γέρων· Ὑπόδειγμα αὐτὸ ἐποίησα, ὅτι ἐὰν μή τις ἐργάσηται, οὐ λαμβάνει μισθὸν παρὰ τοῦ Θεοῦ.
ϛʹ. Ὁ αὐτὸς ἀββᾶς Ἡσαΐας ἐκάλεσέ τινα τῶν ἀδελφῶν, καὶ ἔνιψεν αὐτοῦ τοὺς πόδας, καὶ ἔβαλε δράκα φακοῦ εἰς χύτραν, καὶ ὡς ἔβρασε, κατήνεγκεν αὐτήν. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Οὔπω ἑψήθη, ἀββᾶ. Καὶ λέγει αὐτῷ· Οὐκ ἀρκεῖ σοι ὅτι ὅλως εἶδες λαμπρόν; καὶ αὕτη μεγάλη παράκλησις.
ζʹ. Ἔλεγε πάλιν, ὅτι Ἐὰν θέλῃ ὁ Θεὸς ψυχὴν ἐλεῆσαι, αὐτὴ δὲ ἀφηνιάζει καὶ οὐκ ἀνέχεται, ἀλλὰ τὸ θέλημα αὐτῆς ποιεῖ, συγχωρεῖ αὐτὴν παθεῖν ἅπερ οὐ θέλει, ἵνα οὕτως αὐτὸν ἐπιζητήσῃ.
ηʹ. Ἔλεγε πάλιν, ὅτι Ἡνίκα τις βούλεται κακὸν ἀντὶ κακοῦ ἀποδοῦναι, δύναται καὶ διὰ νεύματος μόνου βλάψαι τὴν συνείδησιν τοῦ ἀδελφοῦ.
θʹ. Ὁ αὐτὸς ἀββᾶς Ἡσαΐας ἠρωτήθη, τί ἐστι φιλαργυρία, καὶ ἀπεκρίθη· Τὸ μὴ πιστεῦσαι τῷ Θεῷ, ὅτι ποιεῖταί σου φροντίδα, καὶ τὸ ἀπελπίσαι τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ φιλοπλατύνεσθαι.
ιʹ. Ἠρωτήθη πάλιν, τί ἐστι καταλαλιὰ, καὶ ἀπεκρίθη· Τὸ μὴ γνῶναι τὴν δόξαν τοῦ Θεοῦ, καὶ Φθόνος πρὸς τὸν πλησίον.
ιαʹ. Ἠρωτήθη πάλιν, τί ἐστιν ὀργὴ, καὶ ἀπεκρίθη· Ἔρις, καὶ ψεῦδος, καὶ ἀγνωσία.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου