Παρασκευή, 3 Αυγούστου 2012

Περὶ Εὐχαρίστου κοσμικοῦ.


Περὶ Εὐχαρίστου κοσμικοῦ.
Δύο τῶν Πατέρων παρεκάλεσαν τὸν Θεὸν, ἵνα πληροφορήσῃ αὐτοὺς, εἰς ποῖον ἔφθασαν μέτρον. Καὶ ἦλθεν αὐτοῖς φωνὴ λέγουσα· Εἰς τήνδε τὴν κώμην τῆς Αἰγύπτου ἐστί τις κοσμικὸς Εὐχάριστος ὀνόματι, καὶ ἡ γυνὴ αὐτοῦ καλεῖται Μαρία· οὔπω ἤλθετε ὑμεῖς εἰς τὰ μέτρα αὐτῶν. Καὶ ἀναστάντες οἱ δύο γέροντες, ἦλθον εἰς τὴν κώμην· καὶ ἐρωτήσαντες, εὗρον τὸ κελλίον αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ· καὶ λέγουσιν αὐτῇ· Ποῦ ἔστι ὁ ἀνήρ σου; Ἡ δὲ εἶπεν· Ποιμήν ἐστι, καὶ βόσκει τὰ πρόβατα. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κελλίον αὐτοῦ. Ὡς δὲ ὀψία ἐγένετο, ἦλθεν ὁ Εὐχάριστος μετὰ τῶν προβάτων· καὶ ἰδὼν τοὺς γέροντας, ἡτοίμασεν αὐτοῖς τράπεζαν, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν. Καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Οὐ μὴ γευσώμεθά τινος, ἐὰν μὴ ἀναγγείλῃς ἡμῖν τὴν ἐργασίαν σου. Ὁ δὲ Εὐχάριστος μετὰ ταπεινοφροσύνης εἶπεν· Ἐγὼ ποιμήν εἰμι, καὶ αὕτη ἐστὶν ἡ γυνή μου. Οἱ δὲ γέροντες ἐπέμειναν παρακαλοῦντες αὐτὸν, καὶ οὐκ ἠθέλησε εἰπεῖν. Καὶ εἶπον αὐτῷ· Ὁ Θεὸς ἔπεμψεν ἡμᾶς πρὸς σέ. Ὡς δὲ ἤκουσε τὸν λόγον τοῦτον, ἐφοβήθη, καὶ εἶπεν αὐτοῖς· Ἰδοὺ τὰ πρόβατα ταῦτα ἔχομεν ἀπὸ τῶν γονέων ἡμῶν· καὶ εἴ τι δ' ἂν εὐοδώσῃ ὁ Κύριος εἰσοδιάσαι ἐξ αὐτῶν, ποιοῦμεν εἰς τρία μέρη· μέρος ἓν τοῖς πτωχοῖς, καὶ μέρος ἓν εἰς τὴν φιλοξενίαν, καὶ τὸ τρίτον μέρος εἰς τὴν χρείαν ἡμῶν. Ἀφ' οὗ δὲ ἔλαβον τὴν γυναῖκά μου, οὐκ ἐμιάνθην οὔτε ἐγὼ οὔτε αὐτὴ, ἀλλὰ παρθένος ἐστί· καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν καθεύδει· τὴν δὲ νύκτα φοροῦμεν σάκκους, καὶ τὴν ἡμέραν τὰ ἱμάτια ἡμῶν. Ἕως ἄρτι ἀνθρώπων οὐδεὶς ταῦτα ἔγνωκεν. Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀνεχώρησαν δοξάζοντες τὸν Θεόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου