Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ Πηλουσιώτου.


Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ Πηλουσιώτου.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰσίδωρος ὁ Πηλουσιώτης, ὅτι Βίος ἄνευ λόγου μᾶλλον ὠφελεῖν πέφυκεν, ἢ λόγος ἄνευ βίου. Ὁ μὲν γὰρ, καὶ σιγῶν ὠφελεῖ· ὁ δὲ καὶ βοῶν ἐνοχλεῖ. Εἰ δὲ καὶ λόγος καὶ βίος συνδράμοι, ἓν φιλοσοφίας ἁπάσης ἀποτελοῦσιν ἄγαλμα.
βʹ. Ὁ αὐτὸς ἔλεγε· Τὰς ἀρετὰς τίμα· μὴ τὰς εὐημερίας θεράπευε· αἱ μὲν γὰρ ἀθάνατόν εἰσι χρῆμα· αἱ δὲ ῥᾳδίως σβέννυνται.
γʹ. Εἶπε πάλιν, ὅτι Πολλοὶ τῶν ἀνθρώπων ὀρέγονται μὲν ἀρετῆς, τὴν δὲ ἐπ' αὐτὴν φέρουσαν ὁδὸν ὀκνοῦσιν ἰέναι· ἄλλοι δὲ οὐδὲ ἀρετὴν εἶναι ἡγοῦνται. Χρὴ οὖν τοὺς μὲν πεῖσαι, τὸν ὄκνον ἀποθέσθαι· τοὺς δὲ διδάξαι ὅτι ὄντως ἀρετή ἐστιν ἡ ἀρετή.
δʹ. Εἶπε πάλιν, ὅτι ἡ κακία, καὶ Θεοῦ τοὺς ἀνθρώπους ἀπέστησε, καὶ ἀλλήλων διέστησε. Ταύτην οὖν προτροπάδην φεύγειν χρὴ, καὶ διώκειν τὴν ἀρετὴν, τὴν καὶ Θεῷ προσάγουσαν καὶ ἀλλήλοις συνάπτουσαν. Ἀρετῆς δὲ καὶ φιλοσοφίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον.
εʹ. Ἔλεγε πάλιν· Ἐπειδὴ μέγα τῆς ταπεινοφροσύνης τὸ ὕψος, καὶ τῆς ἀλαζονείας τὸ πτῶμα, συμβουλεύω ὑμῖν, ἐκεῖνο μὲν ἀσπάσασθαι, τούτῳ δὲ μὴ περιπεσεῖν.
ϛʹ. Εἶπε πάλιν· Ὁ δεινὸς καὶ πάντολμος τῆς φιλοχρηματίας ἔρως, κόρον οὐκ εἰδὼς, ἐπὶ τὸ ἔσχατον τῶν κακῶν, τὴν ἁλοῦσαν ψυχὴν ἐλαύνει. Οὐκοῦν μάλιστα αὐτὸν ἐν προοιμίοις ἐλάσωμεν. Κρατήσας γὰρ, ἀχείρωτος ἔσται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου