Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σιλουανοῦ.


Περὶ τοῦ ἀββᾶ Σιλουανοῦ.
αʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Σιλουανὸς καὶ ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας εἰς μοναστήριον· καὶ ἐποίησαν αὐτοὺς γεύσασθαι μικρὸν πρὸ τοῦ ὁδεῦσαι. Καὶ ἐξελθόντων αὐτῶν, εὗρεν ὁ μαθητὴς αὐτοῦ ὕδωρ ἐν τῇ ὁδῷ, καὶ ἤθελε πιεῖν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ζαχαρία, νηστεία σήμερον. Ὁ δὲ λέγει· Οὐκ ἐφάγομεν, Πάτερ; Λέγει ὁ γέρων· Ἐκεῖνο τὸ, ἐφάγομεν, τῆς ἀγάπης ἦν· ἡμεῖς δὲ τὴν ἑαυτῶν νηστείαν κρατήσωμεν, τέκνον.
βʹ. Ὁ αὐτὸς καθεζόμενός ποτε μετὰ ἀδελφῶν, ἐγένετο ἐν ἐκστάσει, καὶ πίπτει ἐπὶ πρόσωπον· καὶ μετὰ πολὺ ἀναστὰς ἔκλαιε. Καὶ παρεκάλεσαν αὐτὸν οἱ ἀδελφοὶ, λέγοντες· Τί ἔχεις, Πάτερ; Ὁ δὲ ἐσιώπα καὶ ἔκλαιεν. Ἀναγκαζόντων δὲ αὐτῶν εἰπεῖν, εἶπεν· Ἐγὼ εἰς τὴν κρίσιν ἡρπάγην· καὶ εἶδον πολλοὺς τοῦ γένους ἡμῶν ἀπερχομένους εἰς κόλασιν, καὶ πολλοὺς τῶν κοσμικῶν ἀπερχομένους εἰς βασιλείαν. Καὶ ἐπένθει ὁ γέρων, καὶ οὐκ ἤθελεν ἐξελθεῖν ἐκ τοῦ κελλίου αὐτοῦ. Εἰ δὲ καὶ ἠναγκάζετο ἐξελθεῖν, ἔσκεπε τῷ κουκουλίῳ τὸ πρόσωπον αὐτοῦ, λέγων· Τί θέλω ἰδεῖν τὸ φῶς τοῦτο τὸ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὄφελος;
γʹ. Ἄλλοτε εἰσῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας, καὶ εὗρεν αὐτὸν ἐν ἐκστάσει, καὶ αἱ χεῖρες αὐτοῦ εἰς τὸν οὐρανὸν ἡπλωμέναι. Καὶ κλείσας τὴν θύραν ἐξῆλθε. Καὶ ἐλθὼν περὶ ὥραν ἕκτην καὶ ἐννάτην, εὗρεν αὐτὸν οὕτως. Καὶ περὶ ὥραν δεκάτην ἔκρουσε·
καὶ εἰσελθὼν, εὗρεν αὐτὸν ἡσυχάζοντα, καὶ λέγει αὐτῷ· Τί ἔχεις σήμερον, Πάτερ; Ὁ δὲ εἶπεν· Ἠσθένησα σήμερον, τέκνον. Ὁ δὲ κρατήσας τοὺς πόδας αὐτοῦ, ἔλεγεν· Οὐ μή σε ἐάσω, ἐὰν μὴ εἴπῃς μοι τί εἶδες. Λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ εἰς τὸν οὐρανὸν ἡρπάγην, καὶ εἶδον τὴν δόξαν τοῦ Θεοῦ, καὶ ἐκεῖ ἱστάμην ἕως ἄρτι, καὶ νῦν ἀπελύθην.
δʹ. Καθεζομένου ποτὲ τοῦ ἀββᾶ Σιλουανοῦ εἰς τὸ ὄρος τὸ Σινὰ, ἀπῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας εἰς διακονίαν, καὶ λέγει τῷ γέροντι· Ἀπόλυσον τὸ ὕδωρ, καὶ πότισον τὸν κῆπον. Ὁ δὲ ἐξελθὼν ἔσκεπε τὴν ὄψιν αὐτοῦ τῷ κουκουλίῳ, καὶ μόνον τὰ ἴχνη αὐτοῦ ἔβλεπε. Παρέβαλε δὲ ἀδελφὸς αὐτῇ τῇ ὥρᾳ· καὶ ἰδὼν αὐτὸν ἀπὸ μακρόθεν, κατενόει τί ἐποίησεν. Εἰσελθὼν δὲ ὁ ἀδελφὸς πρὸς αὐτὸν, εἶπεν· Εἰπέ μοι, ἀββᾶ, τί τὸ πρόσωπόν σου κατεσκέπασας τῷ κουκουλίῳ, καὶ οὕτως τὸν κῆπον ἐπότιζες; Λέγει αὐτῷ ὁ γέρων· Τέκνον, ἵνα μὴ ἴδωσιν οἱ ὀφθαλμοί μου τὰ δένδρα, καὶ ἀπασχοληθῇ ὁ νοῦς μου ἀπὸ τῆς ἐργασίας αὐτοῦ εἰς αὐτά.
εʹ. Παρέβαλέ τις ἀδελφὸς τῷ ἀββᾷ Σιλουανῷ εἰς τὸ ὄρος τὸ Σινά· καὶ ἰδὼν τοὺς ἀδελφοὺς ἐργαζομένους, εἶπε τῷ γέροντι· Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην. Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Λέγει ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Ζαχαρία, δὸς τῷ ἀδελφῷ βιβλίον, καὶ βάλε αὐτὸν εἰς κελλίον μηδὲν ἔχον. Ὅτε οὖν ἐγένετο ἡ ὥρα τῆς ἐννάτης, προσεῖχε τῇ θύρᾳ, εἰ ἄρα πέμπουσι καλέσαι αὐτὸν εἰς τὸ φαγεῖν. Ὡς δὲ οὐδεὶς ἐκάλεσεν αὐτὸν, ἀναστὰς ἦλθε πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Οὐκ ἔφαγον οἱ ἀδελφοὶ σήμερον, ἀββᾶ; Λέγει αὐτῷ ὁ γέρων· Ναί. Εἶπε δέ· Διατί οὐκ ἐκαλέσατέ με; Λέγει αὐτῷ ὁ γέρων· Ἐπειδὴ ἄνθρωπος πνευματικὸς εἶ, καὶ οὐ χρείαν ἔχεις τῆς βρώσεως ταύτης· ἡμεῖς δὲ σαρκικοὶ ὄντες θέλομεν φαγεῖν, καὶ διὰ τοῦτο ἐργαζόμεθα· σὺ δὲ τὴν καλὴν μερίδα ἐξελέξω, ἀναγινώσκων ὅλην τὴν ἡμέραν, καὶ οὐ θέλεις φαγεῖν σαρκικὴν βρῶσιν. Καὶ ὡς ἤκουσε ταῦτα, ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ. Λέγει αὐτῷ ὁ γέρων· Πάντως χρείαν ἔχει καὶ ἡ Μαρία τῆς Μάρθας· διὰ γὰρ τῆς Μάρθας καὶ ἡ Μαρία ἐγκωμιάζεται.
ϛʹ. Ἠρώτησάν ποτε τὸν ἀββᾶν Σιλουανὸν, λέγοντες· Ποίαν πολιτείαν εἰργάσω, Πάτερ, ἵνα λάβῃς τὴν φρόνησιν ταύτην; Καὶ ἀπεκρίθη· Οὐδέποτε ἀφῆκα εἰς τὴν καρδίαν μου λογισμὸν παροργίζοντα τὸν Θεόν.
ζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ἐκάθισεν εἰς κελλίον κρυφῆ, ἔχων μικρὰ ἐρεβίνθια, καὶ ἐποίησεν εἰς αὐτὰ ἔργον ἑκατὸν κόσκινα. Καὶ ἰδοὺ ἄνθρωπος ἦλθεν ἀπὸ Αἰγύπτου, ἔχων ὄνον μεστὸν ἄρτων· καὶ κρούσας εἰς τὸ κελλίον αὐτοῦ ἔθηκε. Λαβὼν οὖν ὁ γέρων τὰ κόσκινα, ἐγέμισε τὸν ὄνον, καὶ ἀπέλυσεν αὐτόν.
ηʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ἐξῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας χωρὶς αὐτοῦ· καὶ λαβὼν τοὺς ἀδελφοὺς, ἔστρεψε τὸν φραγμὸν τοῦ κήπου, καὶ μείζονα αὐτὸν ἐποίησε. Μαθὼν οὖν ὁ γέρων, ἔλαβε τὸ μηλωτάριον αὐτοῦ, καὶ ἐξῆλθε, καὶ λέγει τοῖς ἀδελφοῖς· Εὔξασθε περὶ ἐμοῦ. Οἱ δὲ ἰδόντες αὐτὸν, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, λέγοντες· Εἰπὲ ἡμῖν τί ἐστιν ὃ ἔχεις, Πάτερ. Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Οὐκ εἰσέρχομαι ἔσω, οὐ καταβαίνει τὸ μηλωτάριον ἀπ' ἐμοῦ, ἕως οὗ ἐνέγκητε τὸν φραγμὸν εἰς τὸν πρῶτον αὐτοῦ τόπον. Οἱ δὲ πάλιν ἔστρεψαν τὸν φραγμὸν, καὶ ἐποίησαν αὐτὸν ὡς ἦν. Καὶ οὕτως ὁ γέρων ὑπέστρεψε εἰς τὸ κελλίον αὐτοῦ.
θʹ. Εἶπεν ὁ ἀββᾶς Σιλουανός· Ἐγὼ δοῦλός εἰμι, καὶ ὁ κύριός μου εἶπέ μοι· Ἐργάζου τὸ ἔργον μου, κἀγώ σε τρέφω· πόθεν δὲ, μὴ ζήτει· εἴτε ἔχω, εἴτε κλέπτω, εἴτε δανείζομαι, σὺ μὴ ζήτει· ἐργάζου μόνον, καὶ τρέφω σε. Ἐγὼ οὖν ἐὰν ἐργάζωμαι, ἐκ τοῦ μισθοῦ μου ἐσθίω· ἐὰν δὲ μὴ ἐργάζωμαι, ἀγάπην ἐσθίω.
ιʹ. Εἶπε πάλιν· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, ὃς ἔχει τὸ ὄνομα αὐτοῦ μεῖζον τῆς ἐργασίας αὐτοῦ.
ιαʹ. Ἠρώτησεν ὁ ἀββᾶς Μωϋσῆς τὸν ἀββᾶν Σιλουανὸν, λέγων· Δύναται ἄνθρωπος καθ' ἡμέραν βάλλειν ἀρχήν; Καὶ εἶπεν ὁ γέρων· Ἐάν ἐστιν ἐργάτης, δύναται καὶ καθ' ὥραν βάλλειν ἀρχήν.
ιβʹ. Εἶπέ τις τῶν Πατέρων, ὅτι συνέτυχέ ποτέ τις τῷ ἀββᾷ Σιλουανῷ, καὶ ἑωρακὼς αὐτοῦ τὸ πρόσωπον καὶ τὸ σῶμα ὡς ἀγγέλου λάμψαν, ἔπεσεν ἐπὶ πρόσωπον. Ἔλεγε δὲ καὶ ἄλλους τινὰς ἐσχηκέναι τοῦτο τὸ χάρισμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου