Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἐν κοινοβίῳ Νισθερώου.


Περὶ τοῦ ἐν κοινοβίῳ Νισθερώου.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Νισθερώου, ὅτι ὥσπερ ὁ ὄφις ὁ χαλκοῦς ὃν ἐποίησε Μωϋσῆς εἰς θεραπείαν τοῦ λαοῦ, οὕτως ἦν ὁ γέρων, πᾶσαν ἀρετὴν ἔχων, καὶ σιωπῶν πάντας ἐθεράπευεν.
τοῦ ἀββᾶ Ποιμένος, πόθεν ἐκτήσατο τὴν ἀρετὴν ταύτην, ὅτι ὅτεδήποτε συνέβη θλῖψις εἰς τὸ κοινόβιον, οὐκ ἐλάλει, οὐδὲ ἐμέσαζεν, ἀπεκρίνατο· Συγχώρησόν μοι, ἀββᾶ· ὅτε εἰσῆλθον ἀρχὴν εἰς τὸ κοινόβιον, εἶπον τῷ λογισμῷ μου, ὅτι Σὺ καὶ ὁ ὄνος ἕν ἐστε. Ὥσπερ ὁ ὄνος δέρεται καὶ οὐ λαλεῖ, ὑβρίζεται καὶ οὐδὲν ἀποκρίνεται, οὕτως καὶ σύ· καθὼς ὁ ψαλμὸς λέγει· Κτηνώδης ἐγενήθην παρὰ σοὶ, κἀγὼ διαπαντὸς μετὰ σοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου