Πέμπτη, 9 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Κόπρι.


Περὶ τοῦ ἀββᾶ Κόπρι.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ποιμὴν διὰ τὸν ἀββᾶν Κόπριν, ὅτι εἰς τοσοῦτον ἦλθε μέτρον, ὅτι ἠσθένει καὶ κλινήρης ἦν, καὶ εὐχαρίστει, καὶ ἐκώλυε τὸ ἴδιον θέλημα.
βʹ. Εἶπεν ὁ ἀββᾶς Κόπρις· Μακάριος ὁ ὑπομένων κόπον μετ' εὐχαριστίας.
γʹ. Συνήχθησάν ποτε οἱ ἐν τῇ Σκήτει περὶ τοῦ Μελχισεδὲκ, καὶ ἐπελάθοντο καλέσαι τὸν ἀββᾶν Κόπριν· ὕστερον δὲ καλέσαντες αὐτὸν, ἠρώτων περὶ τούτου. Ὁ δὲ, τύψας τὸ στόμα αὐτοῦ ἐπὶ τρεῖς, εἶπεν· Οὐαί σοι, Κόπρι! ὅτι ἃ ὁ Θεὸς ἐνετείλατό σοι ποιῆσαι ἐγκατέλειπες, καὶ ἃ οὐ ζητεῖ παρὰ σοῦ ἐρευνᾷς. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ταῦτα, ἔφυγον εἰς τὰ κελλία αὐτῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου