Δευτέρα, 6 Αυγούστου 2012

Περὶ τῆς Ἀμμᾶς Θεοδώρας.


Περὶ τῆς Ἀμμᾶς Θεοδώρας.
αʹ. Ἠρώτησεν ἡ Ἀμμᾶς Θεοδώρα τὸν Πάπαν Θεόφιλον τὸ ῥητὸν τοῦ Ἀποστόλου, τὸ, Τί ἐστι τὸν καιρὸν ἐξαγοραζόμενοι; Ὁ δὲ λέγει αὐτῇ· Ἡ ἐπωνυμία δεικνύει τὸ κέρδος· οἷον, καιρὸς ὕβρεώς σοι πάρεστιν; ἀγόρασον τῇ ταπεινοφροσύνῃ καὶ μακροθυμίᾳ τὸν τῆς ὕβρεως καιρὸν, καὶ ἕλκυσον κέρδος πρὸς ἑαυτόν· Καιρὸς ἀτιμίας; τῇ ἀνεξικακίᾳ ἀγόρασον τὸν καιρὸν, καὶ κέρδησον. Καὶ πάντα τὰ ἐναντία, ἐὰν θέλωμεν, κέρδη γίνονται ἡμῖν.
βʹ. Εἶπεν ἡ Ἀμμᾶς Θεοδώρα· Ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ὃν τρόπον γὰρ τὰ δένδρα, ἐὰν μὴ λάβωσι χειμῶνας καὶ ὑετοὺς, καρποφορεῖν οὐ δύνανται· οὕτως καὶ ἡμῖν, ὁ αἰὼν οὗτος χειμών ἐστι· καὶ ἐὰν μὴ διὰ πολλῶν θλίψεων καὶ πειρασμῶν, οὐ δυνησόμεθα τῆς βασιλείας τῶν οὐρανῶν γενέσθαι κληρονόμοι.
γʹ. Εἶπε πάλιν· Καλὸν τὸ ἡσυχάζειν· ἀνὴρ γὰρ φρόνιμος ἡσυχίαν ἄγει. Μέγα γὰρ ἀληθῶς παρθένῳ ἢ μοναχῷ, ἡσυχάζειν· μάλιστα δὲ τοῖς νέοις. Ἀλλὰ γίνωσκε, ὅτι προθῆται ἡσυχάσαι, εὐθέως ὁ πονηρὸς ἔρχεται καὶ βαρεῖ τὴν ψυχὴν, ἐν ἀκηδίαις, ἐν ὀλιγοψυχίαις, ἐν λογισμοῖς· βαρεῖ καὶ τὸ σῶμα, ἐν ἀσθενείαις, ἐν ἀτονίᾳ, ἐν λύσει γονάτων καὶ ὅλων τῶν μελῶν, καὶ λύει τὴν δύναμιν τῆς ψυχῆς καὶ τοῦ σώματος· καὶ ὅτι ἀσθενῶ καὶ οὐκ ἰσχύω βαλεῖν τὴν Σύναξιν. Ἀλλ' ἐὰν νήψωμεν, πάντα ταῦτα διαλύονται. Ἦν γάρ τις μοναχός· καὶ ὡς ἤρχετο β
αλεῖν τὴν Σύναξιν, ἐλάμβανεν αὐτὸν ῥῖγος καὶ πυρετὸς, καὶ ἡ κεφαλὴ τόνῳ ὠχλεῖτο· καὶ οὕτως ἔλεγεν ἑαυτῷ, ὅτι Ἰδοὺ ἀσθενῶ, καὶ ἐνίοτε ἀποθνήσκω· ἐγερθῶ οὖν πρὶν ἀποθάνω, καὶ βάλω τὴν σύναξιν. Καὶ τῷ λογισμῷ τούτῳ ἐβιάζετο ἑαυτὸν, καὶ ἔβαλε τὴν Σύναξιν. καὶ ὡς κατέπαυεν ἡ σύναξις, κατέπαυε καὶ ὁ πυρετός. Καὶ πάλιν τούτῳ τῷ λογισμῷ ἀδελφὸς ἀνθέστηκε. καὶ ἔβαλε τὴν σύναξιν, καὶ ἐνίκησε τὸν λογισμόν.
δʹ. Ἔλεγε πάλιν ἡ αὐτὴ Ἀμμᾶς Θεοδώρα, ὅτι Ποτέ τις εὐλαβὴς ὑβρίζετο παρὰ τινός· καὶ λέγει πρὸς αὐτόν· Ἠδυνάμην κἀγὼ τὰ ὅμοιά σοι λέγειν· ἀλλ' ὁ νόμος τοῦ Θεοῦ κλείει μου τὸ στόμα. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι Χριστιανός τις, μετὰ Μαννιχαίου διαλεγόμενος περὶ τοῦ σώματος, εἶπεν οὕτως· Δὸς τὸν νόμον τῷ σώματι, καὶ ὄψει τὸ σῶμα τῷ πλάσαντι.
εʹ. Εἶπε πάλιν ἡ αὐτὴ, ὅτι ὁ διδάσκαλος ὀφείλει εἶναι ξένος φιλαρχίας, καὶ ἀλλότριος κενοδοξίας, μακρὰν ὑπερηφανίας, μὴ ὑπὸ κολακείας ἐμπαιζόμενος, μὴ ὑπὸ δώρων τυφλούμενος, μὴ ὑπὸ γαστρὸς νικώμενος, μὴ ὑπὸ ὀργῆς κρατούμενος· ἀλλὰ μακρόθυμος, ἐπιεικὴς, πάσῃ δυνάμει ταπεινόφρων· ἔγκριτος εἶναι καὶ ἀνεκτικός· κηδεμονικὸς καὶ φιλόψυχος.
ϛʹ. Ἔλεγε πάλιν ἡ αὐτὴ, ὅτι οὐκ ἄσκησις, οὔτε ἀγρυπνία, οὔτε παντοῖος πόνος σώζει· εἰ μὴ γνησία ταπεινοφροσύνη. Ἦν γάρ τις ἀναχωρητὴς ἀπελαύνων δαίμονας· καὶ ἐξήταζεν αὐτούς· Ἐν τίνι ἐξέρχεσθε, ἐν νηστείᾳ; Καὶ ἔλεγον· Ἡμεῖς οὔτε ἐσθίομεν, οὔτε πίνομεν. Ἐν ἀγρυπνίᾳ; Καὶ ἔλεγον· Ἡμεῖς οὐ κοιμώμεθα. Ἐν ἀναχωρήσει; Ἡμεῖς εἰς τὰ ἐρήμους διάγομεν. Ἐν τίνι οὖν ἐξέρχεσθε; Καὶ ἔλεγον, ὅτι Οὐδὲν ἡμᾶς νικᾷ, εἰ μὴ ταπεινοφροσύνη. Ὁρᾷς ὅτι ἡ ταπεινοφροσύνη νικητήριόν ἐστι δαιμόνων;
ζʹ. Εἶπε πάλιν ἡ Ἀμμᾶς Θεοδώρα, ὅτι Ἦν τις μοναχός· καὶ ἀπὸ πλήθους τῶν πειρασμῶν λέγει· Ὑπάγω ἔνθεν. Καὶ ὡς ἔβαλεν ἑαυτοῦ τὰ σανδάλια, ὁρᾷ ἄνθρωπον ἄλλον βάλλοντα καὶ αὐτὸν τὰ σανδάλια αὐτοῦ, καὶ λέγοντα αὐτῷ· Οὐ δι' ἐμὲ ἐξέρχῃ; ἰδοὺ ἐγώ σε προάγω ὅπου ἐὰν ἀπέρχῃ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου