Κυριακή, 12 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Σίμωνος


Περὶ τοῦ ἀββᾶ Σίμωνος.
αʹ. Ἦλθέ ποτε ἄρχων ἰδεῖν τὸν ἀββᾶν Σίμωνα. Ὁ δὲ ἀκούσας ἔλαβε τὴν ζώνην, καὶ ἀπῆλθεν εἰς φοίνικα καθαρίσαι αὐτόν. Οἱ δὲ ἐλθόντες, ἔκραξαν· Γέρον, ποῦ ἔστιν ὁ ἀναχωρητής; Ὁ δὲ εἶπεν· Οὐκ ἔστιν ὧδε ἀναχωρητής. Καὶ ἀκούσαντες ἀνεχώρησαν.
βʹ. Ἄλλοτε πάλιν ἦλθεν ἄλλος ἄρχων ἰδεῖν αὐτόν. Καὶ προλαβόντες οἱ κληρικοὶ εἶπον αὐτῷ· Ἀββᾶ, ἑτοίμασον, ὅτι ὁ ἄρχων ἀκούων περὶ σοῦ, ἔρχεται εὐλογηθῆναι παρὰ σοῦ. Ὁ δὲ εἶπε· Ναὶ, ἐγὼ ἑτοιμάζω ἑαυτόν. Φορέσας οὖν τὸ κεντόνιον αὐτοῦ, καὶ λαβὼν ἄρτον καὶ τυρὸν ἐν ταῖς χερσὶν αὐτοῦ, ἀναστὰς εἰς τὸν πυλῶνα ἐκάθισεν ἐσθίων. Καὶ ἐλθὼν ὁ ἄρχων μετὰ τῆς τάξεως αὐτοῦ, καὶ ἰδόντες αὐτὸν, ἐξουθένησαν αὐτὸν, λέγοντες· Οὗτός ἐστιν ὁ ἀναχωρητὴς περὶ οὗ ἠκούσαμεν; Καὶ εὐθέως ἀνέκαμψαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου