Πέμπτη, 9 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Κασιανοῦ.


Περὶ τοῦ ἀββᾶ Κασιανοῦ.
αʹ. Διηγήσατο ὁ ἀββᾶς Κασιανὸς, ὅτι Παρεβάλομεν ἐγώ τε καὶ ὁ ἅγιος Γερμανὸς εἰς Αἴγυπτον, πρός τινα γέροντα. Καὶ φιλοξενήσας ἡμᾶς ἠρωτήθη παρ' ἡμῶν· Τίνος ἕνεκεν ἐν τῷ καιρῷ τῆς ὑποδοχῆς τῶν ξένων ἀδελφῶν, τὸν κανόνα τῆς νηστείας ἡμῶν, ὡς ἐν Παλαιστίνῃ παρελάβομεν, οὐ φυλάττετε; Καὶ ἀπεκρίθη λέγων· Ἡ νηστεία πάντοτε μετ' ἐμοῦ ἐστιν· ὑμᾶς δὲ κατέχειν πάντοτε μεθ' ἑαυτοῦ οὐ δύναμαι· καὶ ἡ μὲν νηστεία καὶ χρήσιμόν ἐστι πρᾶγμα καὶ ἀναγκαῖον, τῆς ἡμετέρας δέ ἐστι προαιρέσεως· τὴν δὲ τῆς ἀγάπης πλήρωσιν ἐξ ἀνάγκης ἀπαιτεῖ ὁ τοῦ Θεοῦ νόμος. Ἐν ὑμῖν οὖν δεχόμενος τὸν Χριστὸν, χρεωστῶ μετὰ πάσης θεραπεῦσαι σπουδῆς. Ἐπὰν δὲ ὑμᾶς προπέμψω, τὸν κανόνα τῆς νηστείας δύναμαι ἀνακτήσασθαι. Οὐ δύνανται γὰρ οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον χρόνον ὁ νυμφίος μετ' αὐτῶν ἐστιν· ὅταν δὲ ἀρθῇ ὁ νυμφίος, τότε μετ' ἐξουσίας νηστεύσουσιν.
βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Ἦν τις γέρων, καὶ ὑπηρετεῖτο ὑπὸ ἁγίας παρθένου· καὶ οἱ ἄνθρωποι ἔλεγον· Οὐκ εἰσὶ καθαροί. Καὶ ἤκουσεν ὁ γέρων. Ὅταν δὲ ἤμελλε τελευτᾷν, εἶπε τοῖς Πατράσιν· Ὅταν τελευτήσω, φυτεύσατε τὴν ῥάβδον μου εἰς τάφον· καὶ ἐὰν βλαστήσῃ καὶ ποιήσῃ καρπὸν, μάθετε ὅτι καθαρός εἰμι ἀπ' αὐτῆς· εἰ δὲ μὴ βλαστήσῃ, γινώσκετε ὅτι
πέπτωκα μετ' αὐτῆς. Καὶ ἐφυτεύθη ἡ ῥάβδος, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐβλάστησε, καὶ ἐποίησε καρπόν. Καὶ πάντες ἐδόξασαν τὸν Θεόν.
γʹ. Εἶπε πάλιν, ὅτι Παρεβάλομεν ἑτέρῳ γέροντι· καὶ ἐποίησεν ἡμᾶς γεύσασθαι. Προετρέπετο δὲ ἡμᾶς κορεσθέντας, ἔτι μεταλαβεῖν τροφῆς. Ἐμοῦ δὲ εἰρηκότος μηκέτι δύνασθαι, ἀπεκρίθη· Ἐγὼ ἑξάκις παραγενομένων ἀδελφῶν τράπεζαν ἔθηκα, καὶ προτρεπόμενος ἕνα ἕκαστον συνήσθιον, καὶ ἀκμὴν πεινῶ. Τοῦτο δὲ σὺ ἅπαξ φαγὼν οὕτως ἐκορέσθης, ὥστε μηκέτι φαγεῖν δύνασθαι.
δʹ. Διηγήσατο πάλιν ὁ αὐτὸς, ὅτι Παρέβαλεν ὁ ἀββᾶς Ἰωάννης ἄνθρωπος κοινοβίου ἡγούμενος μεγάλου, τῷ ἀββᾷ Παησίῳ, ἐν ἀκροτάτῃ ἐρήμῳ διάγοντι ἐπὶ ἔτη τεσσαράκοντα, καὶ ὡς ἔχων πρὸς αὐτὸν πολλὴν ἀγάπην, καὶ τὴν ἐκ ταύτης παῤῥησίαν εἶπεν αὐτῷ· Τί ἐν τοσούτῳ χρόνῳ οὕτως ἀναχωρῶν, καὶ ὑπὸ μηδενὸς ἀνθρώπου ταχέως ὀχλούμενος κατώρθωσας; Ὁ δέ φησιν· Ἀφ' οὗ ἐμόνασα, οὐδέ ποτέ με εἶδεν ὁ ἥλιος ἐσθίοντα. Εἶπε δὲ καὶ ὁ ἀββᾶς Ἰωάννης· Οὐδὲ ἐμὲ ὀργιζόμενον.
εʹ. Τοῦτον τὸν ἀββᾶν Ἰωάννην περὶ τὴν τελευτὴν ὄντα, καὶ ἐκδημοῦντα προθύμως καὶ ἱλαρῶς πρὸς τὸν Θεὸν, ἐκύκλωσαν οἱ ἀδελφοὶ, ἀξιοῦντες λόγον τινὰ σύντομον καὶ σωτήριον ἐν κλήρου τάξει καταλιπεῖν αὐτοῖς, δι' οὗ δυνήσονται ἐπιβῆναι τῆς ἐν Χριστῷ τελειότητος. Ὁ δὲ στενάξας ἔφη· Οὐδέποτε ἐποίησα τὸ ἴδιον θέλημα· οὐδέ τινα ἐδίδαξα, ὅπερ πρότερον οὐκ ἐποίησα.
ϛʹ. Διηγήσατο πάλιν περὶ ἑτέρου γέροντος ἐν ἐρήμῳ καθεζομένου, ὅτι παρεκάλεσε τὸν Θεὸν χαρίσασθαι αὐτῷ, ὥστε μηδέποτε νυστάξαι αὐτὸν κινουμένης ὁμιλίας πνευματικῆς· εἰ δέ τις καταλαλιᾶς ἢ ἀργολογίας λόγους ἐπιφέρει, εὐθὺς εἰς ὕπνον καταφέρεσθαι, ἵνα μὴ ἰοῦ τοιούτου γεύωνται αἱ ἀκοαὶ αὐτοῦ. Οὗτος δὲ ἔλεγε, τὸν διάβολον σπουδαστὴν εἶναι τῆς ἀργολογίας, πολέμιον δὲ πάσης διδασκαλίας πνευματικῆς· τοιούτῳ χρώμενος ὑποδείγματι· Λαλοῦντος γάρ μου, φησὶ, περὶ ὠφελείας πρός τινας ἀδελφοὺς, τοσούτῳ ὕπνῳ βαθεῖ κατεσχέθησαν, ὥστε μήτε τὰ βλέφαρα κινεῖν δύνασθαι. Ἐγὼ οὖν θέλων δεῖξαι τοῦ δαίμονος τὴν ἐνέργειαν, λόγον ἀργολογίας παρεισήνεγκα· ἐφ' ᾧ χαρέντες παραχρῆμα διένηψαν. Στενάξας δὲ εἶπον· Μέχρι τοίνυν περὶ οὐρανίων πραγμάτων διελεγόμεθα, πάντων ὑμῶν οἱ ὀφθαλμοὶ τῷ ὕπνῳ συνείχοντο· ἡνίκα δὲ λόγος ἀργὸς ἐῤῥύη, πάντες μετὰ προθυμίας διανέστητε. Διὸ, ἀδελφοὶ, παρακαλῶ, ἐπίγνωτε τοῦ πονηροῦ δαίμονος τὴν ἐνέργειαν, καὶ ἑαυτοῖς προσέχετε, φυλαττόμενοι τὸν νυσταγμὸν, ἡνίκα τι ποιεῖτε πνευματικὸν, ἢ ἀκούετε.
ζʹ. Εἶπε πάλιν, ὅτι Συγκλητικός τις ἀποταξάμενος, καὶ τὰ ἑαυτοῦ ὑπάρχοντα πένησι διαδοὺς, παρακατέσχε τινὰ εἰς ἰδίαν ἀπόλαυσιν, μὴ βουλόμενος τὴν ἐκ τῆς τελείας ἀποταγῆς ἀναδέξασθαι ταπεινοφροσύνην, καὶ τὴν γνησίαν ὑποταγὴν τοῦ κοινοβιακοῦ κανόνος. Πρὸς ὃν ὁ ἐν ἁγίοις Βασίλειος λόγον ἀπεφθέγξατο τοιοῦτον· Καὶ τὸν συγκλητικὸν ἀπώλεσας, καὶ μοναχὸν οὐκ ἐποίησας.
ηʹ. Εἶπε πάλιν, ὅτι Ἦν τις μοναχὸς οἰκῶν ἐν σπηλαίῳ ἐν ἐρήμῳ· καὶ ἐδηλώθη αὐτῷ ὑπὸ τῶν συγγενῶν κατὰ σάρκα, ὅτι Ὁ πατήρ σου ἰσχυρῶς ἐνοχλεῖται, καὶ μέλλει τελευτᾷν, ἐλθὲ ἵνα κληρονομήσῃς αὐτόν. Ὁ δὲ ἀπεκρίθη πρὸς αὐτούς· Ἐγὼ πρὸς ἐκείνου ἀπέθανον τῷ κόσμῳ· νεκρὸς ζῶντα οὐ κληρονομεῖ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου