Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μιώς.


Περὶ τοῦ ἀββᾶ Μιώς.
αʹ. Εἶπεν ὁ ἀββᾶς Μιὼς ὁ τοῦ Βελέου, ὅτι ἡ ὑπακοὴ ἀντὶ ὑπακοῆς ἐστιν. Εἴ τις ὑπακούει τῷ Θεῷ, ὁ Θεὸς ὑπακούει αὐτόν.
βʹ. Εἶπε πάλιν περί τινος γέροντος, ὅτι ἦν ἐν τῇ Σκήτει· ἦν δὲ ἀπὸ δούλων· ἐγένετο δὲ διακριτικὸς σφόδρα. Καὶ ἤρχετο κατ' ἐνιαυτὸν εἰς Ἀλεξάνδρειαν, φέρων τὴν μισθοφορίαν τοῖς κυρίοις αὐτοῦ. Καὶ ὑπήντων αὐτῷ, καὶ προσεκύνουν αὐτῷ. Ὁ δὲ γέρων ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἔφερεν, ἵνα νίψῃ τοὺς κυρίους αὐτοῦ. Οἱ δὲ πρὸς αὐτὸν ἔλεγον· Μὴ, Πάτερ, μὴ βαρῇς ἡμᾶς. Ὁ δὲ πρὸς αὐτοὺς ἔλεγεν· Ὁμολογῶ ὅτι δοῦλος ὑμῶν εἰμι· καὶ εὐχαριστῶν ὅτι ἀφήκατέ με ἐλεύθερον δουλεύειν τῷ Θεῷ, ἀλλὰ κἀγὼ νίπτω ὑμᾶς, καὶ δέξασθε τὴν μισθοφορίαν μου ταύτην. Οἱ δὲ ἐφιλονείκουν μὴ καταδεχόμενοι. Ἔλεγεν οὖν αὐτοῖς· Ἐὰν μὴ θέλητε δέξασθαι, κάθημαι ὧδε δουλεύων ὑμῖν. Καὶ φοβούμενοι αὐτὸν, ἤφιον ὃ ἐβούλετο ποιῆσαι· καὶ προέπεμπον αὐτὸν μετὰ πολλῶν χρειῶν, καὶ πολλῆς τιμῆς, ἵνα ποιῇ ὑπὲρ αὐτῶν ἀγάπας. Καὶ διὰ τοῦτο ἐγένετο ὀνομαστὸς εἰς Σκῆτιν, καὶ ἀγαπητός.
γʹ. Ἠρωτήθη ὁ ἀββᾶς Μιὼς ὑπὸ στρατευομένου, εἰ ἄρα δέχεται μετάνοιαν ὁ Θεός. Ὁ δὲ μετὰ τὸ κατηχῆσαι αὐτὸν ἐν πολλοῖς λόγοις, λέγει πρὸς αὐτόν· Εἰπέ μοι, ἀγαπητέ· ἐὰν σχισθῇ σου τὸ χλανίδιον, βάλλεις τοῦτο ἔξω; Λέγει· Οὔ· ἀλλὰ ῥάπτω αὐτὸ, καὶ χρῶμαι αὐτῷ. Λέγει πρὸς αὐτὸν ὁ γέρων· Εἰ οὖν σὺ τοῦ ἱματίου φείδῃ, ὁ Θεὸς τοῦ ἰδίου πλάσματος οὐ φείσεται;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου