Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ὀλυμπίου.


Περὶ τοῦ ἀββᾶ Ὀλυμπίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὀλύμπιος, ὅτι Κατέβη ποτὲ ἱερεὺς τῶν Ἑλλήνων εἰς Σκῆτιν, καὶ ἦλθεν εἰς τὸ κελλίον μου, καὶ ἐκοιμήθη· καὶ θεασάμενος τὴν διαγωγὴν τῶν μοναχῶν, λέγει μοι· Οὕτως διάγοντες, οὐδὲν θεωρεῖτε παρὰ τῷ Θεῷ ὑμῶν; Καὶ λέγω αὐτῷ· Οὐχί. Καὶ λέγει μοι ὁ ἱερεύς· Τέως ἡμῶν ἱερουργούντων τῷ Θεῷ ἡμῶν, οὐδὲν κρύπτει ἀφ' ἡμῶν, ἀλλὰ ἀποκαλύπτει ἡμῖν τὰ μυστήρια αὐτοῦ· καὶ ὑμεῖς τοσούτους κόπους ποιοῦντες, ἀγρυπνίας, ἡσυχίας καὶ ἀσκήσεις, λέγεις ὅτι Οὐδὲν θεωροῦμεν; Πάντως οὖν, εἰ οὐδὲν θεωρεῖτε, λογισμοὺς πονηροὺς ἔχετε εἰς τὰς καρδίας ὑμῶν, τοὺς χωρίζοντας ὑμᾶς ἀπὸ τοῦ Θεοῦ ὑμῶν, καὶ διὰ τοῦτο οὐκ ἀποκαλύπτεται ὑμῖν τὰ μυστήρια αὐτοῦ. Καὶ ἀπῆλθον, καὶ ἀνήγγειλα τοῖς γέρουσι τὰ ῥήματα τοῦ ἱερέως. Καὶ ἐθαύμασαν, καὶ εἶπαν ὅτι οὕτως ἐστίν. Οἱ γὰρ ἀκάθαρτοι λογισμοὶ χωρίζουσι τὸν Θεὸν ἀπὸ τοῦ ἀνθρώπου.
βʹ. Ὁ ἀββᾶς Ὀλύμπιος ὁ τῶν Κελλίων ἐπολεμήθη εἰς πορνείαν. Καὶ λέγει αὐτῷ ὁ λογισμός· Ὕπαγε, λάβε γυναῖκα. Καὶ ἀναστὰς ἐποίησε πηλὸν, καὶ ἔπλασε γυναῖκα, καὶ λέγει ἑαυτῷ· Ἰδοὺ ἡ γυνή σου· χρεία οὖν ἐργάζεσθαι πολλὰ, ἵνα θρέψεις αὐτήν. Καὶ ἠργάζετο κοπιῶν πολλά. Καὶ μεθ' ἡμέραν, πάλιν ποιήσας πηλὸν, ἔπλασεν ἑαυτῷ θυγατέρα, καὶ λέγει τῷ λογισμῷ αὐτοῦ· Ἔτεκεν ἡ γυνή σου· χρείαν ἔχεις περισσότερον ἐργάσασθαι, ἵνα δυνηθῇς θρέψαι τὸ τέκνον σου, καὶ σκεπάσαι. Καὶ οὕτως ποιῶν ἔτηξεν ἑαυτὸν, καὶ λέγει τῷ λογισμῷ· Οὐκ ἔτι ἰσχύω ὑποφέρειν τὸν κόπον. Καὶ εἶπεν· Εἰ οὐκ ἰσχύεις ὑποφέρειν τὸν κόπον, μηδὲ γυναῖκα ζητήσῃς. Καὶ ἰδὼν ὁ Θεὸς τὸν κόπον αὐτοῦ, ἦρεν ἀπ' αὐτοῦ τὸν πόλεμον, καὶ ἀνεπάη.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου