Τρίτη, 7 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου.


Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου τῆς Σκήτεως, ὅτι εἴ τις εἶχεν ἀδελφὸν ἀσθενῆ, ἢ ὀλίγωρον, ἢ ὑβριστὴν, καὶ ἤθελε βαλεῖν αὐτὸν ἔξω, ἔλεγε· Φέρε μοι αὐτὸν ὧδε. Καὶ ἐλάμβανεν αὐτὸν, καὶ διὰ τῆς μακροθυμίας αὐτοῦ ἔσωσεν αὐτόν.
βʹ. Ἀδελφὸς ἠρώτησεν αὐτὸν, λέγων· Διατί οἱ δαίμονες οὕτως σε φοβοῦνται σφόδρα; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι ἀφ' ἧς ἐγενόμην μοναχὸς, ἀσκῶ, μὴ συγχωρῶν τὴν ὀργὴν προαναβῆναι τῷ λάρυγγί μου.
γʹ. Ἔλεγε πάλιν, τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ' οὗ αἰσθάνεται τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέποτε δὲ συγκαταθέσθαι, μήτε ἐπιθυμίας, μήτε θυμοῦ.
δʹ. Εἶπε πάλιν· Ἐγὼ ὅτε ἤμην νεώτερος, καὶ ἐκαθήμην εἰς τὸ κελλίον μου, μέτρον συνάξεως οὐκ εἶχον· ἡ νύξ μοι καὶ ἡμέρα, σύναξις ἦν.
εʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ἔπλεκε δέμα θαλλίων κατὰ νύκτα· καὶ παρεκάλουν αὐτὸν οἱ ἀδελφοὶ, λέγοντες· Ἀνάπαυσον σεαυτὸν ὀλίγον, ὅτι λοιπὸν ἐγήρασας. Καὶ ἔλεγεν αὐτοῖς, ὅτι Ἐὰν καύσωσιν Ἰσίδωρον, καὶ τὴν σποδὸν αὐτοῦ ἀνέμῳ σκορπίσωσιν, οὐδὲ μία μοι χάρις ἀκμὴν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ὧδε ἦλθε δι' ἡμᾶς.
ϛʹ. Ὁ αὐτὸς εἶπε περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ἔλεγον αὐτῷ οἱ λογισμοί· Μέγας εἶ ἄνθρωπος. Καὶ ἔλεγε πρὸς αὐτούς· Μή εἰμι κατὰ τὸν ἀββᾶν Ἀντώνιον; ἢ ἐγενόμην ὅλως κατὰ τὸν ἀββᾶν Παμβὼ, ἢ ὡς οἱ λοιποὶ Πατέρες οἱ τῷ Θεῷ εὐαρεστήσαντες! Ὅτε ταῦτα παρεισήνεγκεν, ἀνεπαύετο. Ὅτε δὲ ἡ ἔχθρα ἐποίει αὐτὸν ὀλιγοψυχῆσαι, ὡς ὅτι μετὰ ταῦτα πάντα εἰς τὴν κόλασιν, ἔλεγεν αὐτὸς πρὸς αὐτοὺς ὅτι, Κἂν εἰς κόλασιν ἐμβληθῶ, ὑμᾶς ὑποκάτω εὑρίσκω.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος ὅτι, Ἀπῆλθόν ποτε ἐν τῇ ἀγορᾷ πωλῆσαι σκεύη μικρά· καὶ ἰδὼν τὴν ὀργὴν ἐγγίζουσάν μοι, ἐάσας τὰ σκεύη ἔφυγον.
ηʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἰσίδωρος πρὸς τὸν ἀββᾶν Θεόφιλον τὸν ἀρχιεπίσκοπον Ἀλεξανδρείας· καὶ ὡς ὑπέστρεψεν εἰς Σκῆτιν, ἠρώτησαν αὐτὸν οἱ ἀδελφοί· Πῶς ἡ πόλις; Ὁ δὲ εἶπε· Φύσει, ἀδελφοὶ, ἐγὼ πρόσωπον ἀνθρώπου οὐκ εἶδον, εἰ μὴ μόνον τοῦ ἀρχιεπισκόπου. Οἱ δὲ ἀκούσαντες ἐταράχθησαν, λέγοντες· Ἆρα ἐχαώθησαν, ἀββᾶ; Ὁ δὲ εἶπεν· Οὐχ οὕτως· ἀλλ' οὐκ ἐνίκησέ με ὁ λογισμὸς τοῦ ἰδεῖν τινα. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν, καὶ ἐστηρίχθησαν ἵνα φυλάττωσιν ἀπὸ μετεωρισμοῦ τοὺς ὀφθαλμοὺς αὐτῶν.
θʹ. Ὁ αὐτὸς ἀββᾶς Ἰσίδωρος εἶπεν· Ἡ σύνεσις τῶν ἁγίων αὕτη ἐστὶ, τὸ ἐπιγνῶναι τὸ θέλημα τοῦ Θεοῦ. Πάντων γὰρ περιγίνεται ὁ ἄνθρωπος ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ὅτι εἰκὼν καὶ ὁμοίωμα τοῦ Θεοῦ ἐστι. Πάντων δὲ πνευμάτων δεινόν ἐστι τὸ ἀκολουθεῖν τῇ ἑαυτοῦ καρδίᾳ, τουτέστι τῷ ἰδίῳ λογισμῷ, καὶ μὴ τῷ νόμῳ τοῦ Θεοῦ· καὶ ὕστερον γίνεται αὐτῷ εἰς πένθος, ὅτι οὐκ ἔγνω τὸ μυστήριον, οὐδὲ εὗρε τὴν ὁδὸν τῶν ἁγίων ἐργάζεσθαι ἐν αὐτῇ. Νῦν οὖν καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, ὅτι σωτηρία ἐν καιρῷ θλίψεως· ὅτι γέγραπται· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου